Page images
PDF
EPUB
[blocks in formation]

στρ. α ́. Ἰαλτὸς ἐκ δόμων ἔβην

Χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.
Πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς.
Ονυχος ἄλοκι νεοτόμῳ.

Δἰ αἰῶνος δ' ἰυγμοῖσι βόσκεται κέαρ.

Λινοφθόροι δ' ὑφασμάτων

Λακίδες ἔφλαδον ὑπ ̓ ἄλγεσιν,

Πρόστερνοι στολμοὶ πέπλων ἀγελάστοις
Ξυμφοραῖς πεπληγμένων.

ἀντ. α'. Τορὸς γὰρ ὀρθόθριξ φόβος,

Δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον
Πνέων, ἀωρόνυκτον ἀμβόαμα

Μυχόθεν ἔλακε περὶ φόβῳ,

Γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.

Κριταί τε τῶνδ ̓ ὀνειράτων

Θεόθεν ἔλακον ὑπέγγυοι

Μέμφεσθαι τοὺς γᾶς νέρθεν περιθύμως

Τοῖς κτανοῦσί τ ̓ ἐγκοτεῖν.

στρ. β'. Τοιάνδε χάριν ἄχαριν, ἀπότροπον κακῶν, Ἰω γαῖα μαῖα, μωμένα μ' ἰάλλει

Δύσθεος γυνά. φοβοῦμαι δ ̓ ἔπος τόδ ̓ ἐκβαλεῖν

Τί γὰρ λύτρον πεσόντος αἵματος πέδῳ ;

Ἰὼ πανοιξὺς ἑστία,

Ἰὼ κατασκαφαὶ δόμων.

Ανήλιοι, βροτοστυγεῖς

Δνόφοι καλύπτουσι δόμους δεσποτών θανάτοισι.

ἀντ. β'. Σέβας δ' ἄμαχον, ἀδάματον, ἀπόλεμον τὸ πρὶν,
Δι' ώτων φρενός τε δαμίας περαῖνον,

Νῦν ἀφίσταται. φοβεῖται δέ τις. τὸ δ ̓ εὐτυχεῖν
Τόδ' ἐν βροτοῖς θεός τε καὶ Θεοῦ πλέον.

Ροπὴ δ ̓ ἐπισκοπεῖ δίκας

Ταχεῖα, τοῖς μὲν ἐν φάει,

Τὰ δ ̓ ἐν μεταιχμίῳ σκότου

Μένει χρονίζοντα βρύει· τοὺς δ ̓ ἄκραντος ἔχει νύξ.

ἐπῳδ. Δὶ αἵματ' ἐκποθένθ ̓ ὑπὸ χθονός τροφοῦ
Τίτας φόνος πέπηγεν, οὐ διαῤῥυδᾶν.
"Ατη διαλγής* διαφέρει τὸν αἴτιον
Παναρκέτας νόσου.

Οἴγοντι δ ̓ οὔτι νυμφικῶν ἑδωλίων
Ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
Βαίνοντες τὸν χερομυσῆ

Φόνον καθαίροντες ἰοῦσαν άτην.
Ἐμοὶ δ ̓, ἀνάγκαν γὰρ ἀμφίπτολιν

Θεοὶ προςήνεγκαν. ἐκ γὰρ οἴκων πατρῴων

Δούλιον ἐςαγον αἶσαν,

Δίκαια καὶ μὴ δίκαια,

Πρέποντ' ἀρχαῖς βίου,

Βίᾳ φερομένων αἰνέσαι, πικρὸν φρενῶν
Στύγος κρατούσῃ. δακρύω δ' ὑφ' εἱμάτων
Ματαίοισι δεσποτᾶν τύχαις,

Κρυφαίοις πένθεσιν παχνουμένη.

[blocks in formation]

II. Dactylic-anapaestic Choral Song s.

(α) Strophes of a dactylic principal rhythm.
(α) Rational Dactyls.

Aesch. Prom. 887-893; 894-900 (Dorian mood).

[ocr errors]

στρ. Η σοφὸς ἦ σοφὸς, ὃς

Πρῶτος ἐν γνώμα τόδ ̓ ἐβάστασε καὶ γλώσσα διεμυθολόγησεν,

Ὡς τὸ κηδεῦσαι καθ' ἑαυτὸν ἀριστεύει μακρῷ

Καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων

Μήτε τῶν γέννα μεγαλυνομένων

Οντα χερνήταν ἐραστεῦσαι γάμων.

[ocr errors]

ἀντ. Μήποτε μήποτέ μ ̓, ὦ

Μοῖραι λεχέων Διὸς εὐνάτειραν ἴδοισθε πέλου

σαν

Μηδὲ πλαθείην γαμέτα τινὶ τῶν ἐξ οὐρανοῦ.

Ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν

Εἰςορῶσ ̓ Ἰοῦς μέγα δαπτομέναν

Δυσπλάνοις Ἥρας ἀλατείαις πόνων.

(β) Logaoedic Dactyls.

Soph. Elec. 1058-1069; 1070—1081.

[blocks in formation]

τα. πρόδοτος δὲ μόνα σαλεύει
Ηλέκτρα, τὸν ἀεὶ πατρὸς
Δειλαία στενάχουσ', ὅπως
Α πάνδυρτος ἀηδών,

Οὔτε τι τοῦ θανεῖν προμη
θὴς τό τε μὴ βλέπειν ἑτοί
μα διδύμαν ἑλοῦσ ̓ Ερι-

νύν. τίς ἂν εὔπατρις ὧδε βλάστοι ;

(b) Strophes of an anapaestic principal rhythm.

Aesch. Prom. 545-552; 553-560.

[ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small]

ἀντ. Ἔμαθον τάδε σὰς

Προσιδοῦσ ̓ ὀλοὰς τύχας, Προμηθεν.

Τὸ διαμφίδιον δέ μοι μέλος προςέπτα

« PreviousContinue »