Page images
PDF
EPUB

κοῦς καὶ φιλοκάλου ψυχῆς. εἰ δὲ καὶ αὐτὸς ἡττηθῇς τῶν ἐμῶν λόγων νενίκηκάς με ὥσπερ ἐκείνους ἐγώ, ὥσπερ γὰρ ἐν ταῖς πονηραῖς ἁμίλλαις αθλιώτερος ὁ νικήσας, οὕτως ἐν τοῖς ἀγαθοῖς ἀγωνίσμασιν ὁ ἡττηθεὶς τοῦ καλοῦ καὶ τοῦ πρέποντος, ἐκεῖνος τὸ πρωτεῖον τῆς νίκης ἐκτήσατο, τί ποτ ̓ οὖν ταῦτα φημὶ. καὶ τίς ὁ μακρὸς τοῦ προοιμίου λόγος ὁ μοναχὸς *). Νικόλαος, ο ποτὲ μὲν σὸς, νῦν δὲ ἀλλότριος. μᾶλλον δὲ σὺς νῦν. μὴ γὰρ ἂν ἀλλοτριωθείης τῆς σῆς ποιμαντικῆς ἐπιστήμης ψυχὴν ἐμὴν [Spiritus a recentiore manu superinscriptus. Leg. ψυχή νομὴν.] ζητοῦσα πνευματικὴν. οὗτος γοῦν ὁ Νικόλαος τῇ σῇ βακτηρίᾳ πληγείς οὐ γὰρ ἀεὶ τῇ σύριγγι, ἀλλ ̓ ἔστιν ὅτε καὶ ταύτῃ χρᾶσθε ὑμεῖς πρὸς τὰ λογικὰ θρέμματα ταύτῃ γοῦν πληγείς, ἱκέτης ἐμοὶ ἐλεεινὸς γίνεται. μᾶλλον δὲ τί μὴ τὰ πρὸ τούτου διαριθμοῦμαι. ἐπεὶ γὰρ σοῦ τοῦ ποιμένος ἐξε πεπτώκει, οὐκ ἔστιν εἰπεῖν, ὁπόσην τὴν πλάνην ὑπέστη. ὅσην τὴν διαπορὰν. οὐκ ἐπ ̓ ἀλλοτρίας νομὰς προϊαν, ἀλλὰ τὰς σὰς μὲν ἐπιζητῶν. ἑλεῖν δὲ μὴ ἔχων, καὶ τόγε βαρύτατον, οὐδ' ὕδατος αὐτῷ μετεδίδοσαν τινες, οὔτε πυρὸς. οὐ γὰρ ἂν αὐτὸς καταψηφίσαιο ὁ μέγας τῷ ὄντι ἀρχιερεὺς, τοῦτον δεῖ καὶ ταῖς τῶν ἄλλων ἑαλωκέναι ψήφοις καὶ λογίζεσθαι ἀποτρόπαιον. πάσας οὖν ἀπογνοὺς ἐλπίδας, ἐπὶ τὴν ἐμὴν ἀπέβλεψεν ὡς οἴεται ἄγκυραν, καὶ με προΐσχεται καὶ μεσίτην καὶ διαλλακτὴν καὶ πᾶν ὅ, τι ἂν αὐτὸς εἴπῃς τὸν αὐτὸν πρὸς τὴν σὴν ἁγίαν ψυ χὴν. ἠκηκόει γὰρ παρ ̓ ἐνίων, ὅτι τοῖς ἄλλοις ἀνάλωτος ὤν, τοῖς ἐμοῖς λόγοις τεθήρασαι καὶ κανὼν ἅπασιν ὢν. καὶ ἀκλινής στάθμη. καὶ ἠθῶν καὶ λόγων καὶ πράξεων. οὐκ οἶδ' ὅτι παθὼν πρὸς τὴν ἐμὴν τῶν λόγων εὐθύτητα τὴν σὴν γνώμην παραμε τρεῖς. εἰ μὲν οὖν ψευδῶς ἀκήκοεν, αὖραι τὸν λόγον φερέτωσαν. εἰ δὲ ἀληθῶς, ἔπου σαυτῷ καὶ πείσθητι τοῖς νόμοις, οὓς ἐπὶ τῇ σῇ ψυχῇ τέθεικας καὶ διάλυσον τῷ ἀδελφῷ τὸ μακρὸν καὶ σφοδρὸν ἐπιτίμιον. λέγω δὲ ταῦτα πρὸς τὴν σὴν διάθεσιν ἀφορῶν ἣν οὐκ ἐπεῖδεν ὀργιζομένην καταφερόμενος ἥλιος. καὶ οὐ τῇ δίκῃ μέμψιν ἐπάγω. ἀλλὰ τὸ σὸν τοῦτο ἐκπλήττομαι. εἰ δὲ και

x'

*) In cod. scriptum da solemni compendio, in quo etiam accentos nota saepiuscule deest.

τὰ τὸ μέτρον τῶν ἀδικημάτων ἡ τιμωρία, πεπλήρωται τὸ ἐπι βάλλον, καὶ ὁ τῆς ἰατρείας λόγος ἔχει τὸ ἀποχρῶν. ἐπισυνῆπται γὰρ ἡ λύσις τῆς συνεχείας καὶ τὸ τραῦμα ἀπέξυσται. καὶ ὁ μον λωψ ἀπέλειπται. οὐκέτι οὖν τὸ θρέμμα λυμαντικὸν. οὐκέτι με ταδοδικὸν τῆς ἑαυτοῦ νόσου. ἣν οὐκ ἔχει ἀποβαλόν (sic), καὶ γὰρ ὑγίωται ὅλως. καὶ νὴ τὴν ἱεράν σου ψυχὴν. προσῆλθε γάρ μοι εἰ καὶ μὴ ὡς ἱερεῖ, ἀλλ' ὡς εἰδότι ταδὶ δοκιμάζειν. καὶ ἀπε γύμνωσέ μοι τὴν ἑαυτοῦ ψυχὴν, καὶ τὴν κάθαρσιν ἔδειξε. δει νὸς δὲ, εἰ καί τις ἄλλος. ἐγὼ ψυχὴν κατοπτεῦσαι δι ̓ ἐναργῶν τινῶν συμβόλων καὶ χαρακτήρων. ἢ γὰρ μάτην ἂν εἴην ἀνεγνωτ κως φυσιογνωμικὴν τέχνην. εἰκῆ δέ μοι καὶ ὁ χρόνος τῇ περὶ ταῦτα πείρᾳ ἀνάλωται. ἀλλ ̓ οὐκ ἔστι ταῦτα καὶ τεθήραταί μοι ὁ ἄνθρωπος οἷος ἐστί. παράδεξαι οὖν τῇ σῇ μάνδρα τὸ θρέμ μα. μᾶλλον δὲ καὶ προαπάντησον. καὶ τὰς ἀγκάλας ὑφαπλώσας, ὑπόδεξαι. ἐπαναστρέφει γὰρ ἀπὸ τῆς μακρᾶς ἐκείνης ἀποδημίας, ὑπόδησον οὖν αὐτῷ τοὺς πόδας ὥστε μὴ αὖθις ἐμπαγῆναι τὴν ἄκανθαν. καὶ δακτυλίῳ τὴν χεῖρα κατάστραψαν. μετάδος, εἰ δεῖ, καὶ φιλήματος τῶν σῶν φημὶ ποτίμων λόγων. τί μὴ λέγω τὸ μεῖζον. θῦσον αὐτῷ καὶ τὸν μόσχον τὸν σιτευτὸν *), ὃν διὰ χειρὸς ἔχεις καὶ πολλάκις τέμνων, οὕτω διήρηκας. δὸς συγγνώμην ἡμαρτηκότι. μᾶλλον δὲ ποίησον πανήγυριν τὴν ἐπάνοδον. και ὁ μείζων ἀδελφὸς ἀκούσῃ τῆς συμφωνίας καὶ σκυθρωπάσῃ τῇ τελετῇ. ὑπόμνησον αὐτῷ τὴν διηνεκῆ τῶν σῶν ἀγαθῶν μετου σίαν. ἂν ὁ δεῖνα ἢ ὁ δεῖνα. ὁ μὲν τοῦτο, ὁ δὲ ἄλλο κατηγο ρήσῃ καὶ αὖθις ἐκφοβήσῃ περὶ τοῦ μέλλοντος, τῷ τῆς φιλαν θρωπίας λόγῳ ἀπάντησον. καὶ γενοῦ πρὸς αὐτὸν ἀληθέστερος μᾶλλον, ἢ πιθανώτερος. καὶ μή μοι ἀπώσῃ τὸν ἱκέτην. μὴ δέ με καταισχύνης, ὃν ἐν πολλοῖς χρόνοις καὶ διὰ πολλῶν τετίμη κας ἐπιδείξεων. μὴ πρὸς τῶν κοινῶν συνθηκῶν, πρὸς φιλίου Θεοῦ, πρὸς ἱκεσίου, πρὸς τῆς ἱερᾶς τραπέζης αὐτῆς. ἀλλ ̓ ὀναί μην εἴπερ ἄλλο τέ ποτε. καὶ νῦν τῶν ἠθῶν ἐκείνων τῶν ἀγα

*) Cf. Theopomp. XIII, Philipp. ap. Athen. IX, c. 32. p. 416. Schw. eundem XI. Hellenic, ap. Athen. XIV, 74. p. 592. ed. Schw. Plu tarch. vit. Agesil. c. XXXVI. fin. simpliciter μόσχους καὶ χήνας κ. τ. λ. nec minus Nepos Ages. c. Vill.: vitulina, qui vero sua ex Hellenicis, non ex Philippicis desumsit, uti falso ponit Kochius proll. in Theopomp. Chium p. 46. Frömmel.

ut sit

θῶν. οἷς ἐξ ἀρχῆς ἐχαρακτηρίσθης ὥσπερ πόῤῥω σοι τοῦ Θεοῦ τὴν εἰς τοὺς ἁμαρτωλοὺς συγγνώμην προκαταβαλλομένου καὶ ἑτοιμάζοντος: — XXV. 'Απεστέρησάς με μετὰ τοῦ πρωτοτύπου, καὶ τῶν συμβόλων, ἢ μᾶλλον. σὺ μὲν τὸ ἀρχέτυπον καὶ τὸ σύμβο λον, ὁ ἰχθὺς, εἰς τοὐμφανὲς τὸ κατάλληλον κάλλος παραδεικνύε ται. ἐγὼ δὲ ἐν ἀμφοῖν εὐτυχήσας πάλαι, νῦν κατ ̓ ἄμφω πτύ χηκα καὶ σὲ μὲν ζητῶν, οὐχ ὁρῶ ὅσον ἐρῶ. ὁ δέ με μεταδιώξας, δεῖ γὰρ οὕτως εἰπεῖν, παρὰ πόδας κατόπιν ἐλήλυθεν, καὶ ὁ μὴ θηραθεὶς ἠτύχηκα. καὶ ὅτι μὴ ἐντὸς ἐγενόμην της ἄγρας παρευδοκίμημαι. καὶ πᾶσα νῦν μοι ἡ σκηνὴ τῆς τύχης μεταπεποίηται. καὶ κατ ̓ ὀλίγον μοι συμπαγεῖσα ἀθρόον καὶ παρελπίδα (leg. παρ ̓ ἐλπίδα) μοι καταβέβληται. τί τοσοῦτον ἐδι κηκότι. (;) τί δὲ τῶν μὴ καθηκόντων πεποιηκότι. (;) αλλ' ὅμως ἀτυχεῖν ἔδει με καὶ ἠτύχηκα καὶ πάντα μοι εἰς ἐναντίας ὑπολήψεις μεταπεποίηται (supra ab ead. m. παρα, παραπεποίηται) ὅτι μὲν γὰρ τῶν πολλῶν ὁρῶ (rec. manus adjecit r, ut sit ὁρῶν) τι πλέον, μετὰ τῶν περιέργων ηρίθμημαι. ἁπλοῦς δὲ ὧν τὴν ψυχὴν, ποικίλος ὑπείλημμαι. καὶ ὁ λόγος κακοτεχνία δοκεῖ. καὶ τὸ σοφῶς γράφειν εἰς ὑποψίαν κινεῖ, καὶ τὸ ἐρῶν τῆς σῆς ὁμιλίας πολυπραγμοσύνης δίδωσιν ἔμφασιν. ἂν μεγαλοψύχως ἐνέγκω τὸ πρᾶγμα, καταπεφρόνηκα. ἂν ἀλγήσας μικροψυχήσω, ἐξύβρικα. ἂν ἐπῖσα προθυμηθῶ, ἠσέβηκα. ὅτι κατὰ τῶν κρειττόνων ὀμώμο και ἆρ ̓ οὖν οὐ πολλὰ ταῦτα δοκεῖ καὶ ὑπερφυῶς σχέτλια, (;) ἀλλὰ λύσις τούτων ἁπάντων, μιὰ καὶ ῥάστη, ἂν γὰρ ἠρεμήσειν ἐθέλω, ὁ σύνδεσμος τῶν κακῶν διαλέλυται. καὶ πολλάκις μὲν ἐπεχείρησα τοῦτο ποιεῖν ἀλλ ̓ ὑπὸ τῶν ἐνθυμημάτων ἀπόλλυμαι. ἃ με πρὸς σὲ ὅλοις κέντροις ὠθοῦσι. καὶ τῆς ἐπιχειρήσεως ῥᾷστα μετατιθέασι. σὺ δέ μοι τέχνην ποιεῖς καὶ τὴν δοκοῦσαν ἀποστροφὴν. ἐξ ἡμισείας γάρ μοι ἀποκρυπτόμενος, ᾧ μὲν ἐμφανίζῃ, ἕλκεις. ᾧ δὲ κρύπτη, κατάγχεις. εἰ δ ̓ ἅπαξ μοι τὰς θύρας ἐπιζυγώσας απήλασας (supra απήλαξας), τάχ ̓ ἂν τὴν πρὸς σὲ φέρουσαν ἀπογνοὺς, ἐτραπόμην ἑτέραν. καὶ σὺ μὲν ἴσως οὕτως, ἵν ̓ εἴπω θρύπτῃ καὶ ἀκκίζῃ. V. Ruhnk. ad Tim. p. 18. sq. τὸ μὲν τι τοῦ που θουμένου παραδεικνύς. τὸ δὲ ἔχων ἀθέατον. ἐγὼ γὲ μικροῦ δεῖν ἀπεπνεύκειν. βραχεῖ τινι μορίῳ ἀναπνέων τοῦ πνεύματος. τάλλα

μὲν γὰρ καρτερῶς ἔχω. καὶ τῶν τεχνῶν καὶ τῶν ἐπιστημῶν καὶ τῶν τῆς ἀρετῆς ἕξεων τὸ μὲν προςλαμβάνων. τὸ δὲ προςμένων. ὥστε προςλήψεσθαι παραβραχὺ δὲ τῆς σῆς θέας ἐλθὼν. ὡς τοῦ παντὸς ἐστερημένος βοῶ. καὶ τὸν μὲν ἥλιον πολλάκις νέφεσι καλυπτόμενον ἐκαρτέρησα καὶ τὴν σελήνην οὐκ ἀποδυσπετῶ (sic.) αφώτιστον πολλάκις ὁρῶν. σὲ δὲ εἰ μὴ πλησι φαῆ θεάσομαι εἰ μὴ ὅλῳ τῷ κύκλῳ πεφωτισμένον: ὡς τὰ ἔσχατα περιυβρισμένος ασχάλλω, καὶ δυσφορῶ. ὅτι μὲν γὰρ οὕτως ἔχοντα τῶν πολλῶν προτιμᾶς, οὐ δέομαι τοῦ διδάξοντος. ὅτι δὲ μὴ ὅλον, πῶς γὰρ ἂν εἴποιμι, ἐπισπῶμαι σε καὶ ὅλαις περικυκλῶ ταῖς χερσὶ ἀτιμίαν τὴν κόλασιν τῆς ἀπλήστης λογίζομαι. καὶ τοι πόσοις ἐμαυτὸν κατεπάδω τοῖς λογισμοῖς (;) πόσοις ἐμαυτὸν παραμυθοῦμαι τοῖς παραδείγμασι (;) παλαιοῖς, νέοις. τοῖς παρ ̓ ἑλλήνων, τοῖς παρὰ τῶν βαρβάρων, φυσικοῖς Θεολογικοῖς, οὔτε γὰρ τὸ θεῖον πᾶν ὅσον ἐστὶ ἐφικτὸν. οὔθ ̓ ἦ φύσις πᾶσα νενόηται, ἀλλὰ Μωσῆς μὲν τὰ τοῦ Θεοῦ τεθεαμέ νος ὀπίσθια ὡς τὸ πᾶν λαβὼν τῆς ἐφέσεως, εὐγνωμόνησεν· ἀβρααμ δὲ ἐν συμβόλοις ξενίσας τὸ θεῖον, οὐ πόρρω τῆς εἰκό νος ἐχώρησεν. οἱ δέ γε πλείους τῶν εὐδοκιμηκότων καὶ πρὸς τὰς φωτεινοτέρας λαμπηδόνας, ἀπέμυσαν. (Platon. Plotin.) ἐμοὶ δὲ κάθηται ἡ καρδία ὥσπερ τις ἐν ἀκροπόλει τύραννος ὅλον σε βιαζομένη καταπιεῖν καὶ ἀπλήστως περιλαβεῖν. ἂν μὲν οὖν ἀντιβιάσωμαι, κατατρύχομαι. ἂν ἡττηθεὶς ἴδω σε τὸν ποθούμενον, ἔτι μᾶλλον ἡττῶμαι, τυραννηθεὶς καὶ τοὺς ὀφθαλμοὺς. τί μου τὸν ἰχθῦν. σαυτὸν διδοὺς τὸ πρὶν τῆς συνήθους ἁπλότητος: XXVI. ̔Ο μακρόθεν ἐγγὺς. πρὸς τὸν ἐγγύθεν μακρὰν ἢ μᾶλ λον πόρρωθεν σοι τῷ πλησίον ᾠκείωμαι, βελτίστη καὶ ἁγία ψυχή. ἐγὼ γὰρ τὴν πρός σε ἐγγύτητα καὶ ἀπόστασιν, οὐ τοπι κῶς χαρακτηρίζω τοῖς διαστήμασι. ἀλλὰ σχέσεως μέτροις καὶ διαθέσεως. σύνειμι γοῦν ἀκριβῶς σοι καὶ συμπέφυκα τῇ ψυχῇ. καὶ νὴ (sic) τὴν ἱεράν σου καὶ τριπόθητον κεφαλὴν. εἰ δέ σε πρότερον ὁ θεὸς ᾠκειώσατο, ἀλλ ̓ οὐ διὰ τοῦτο ἡμᾶς ἀπώσατο. (Evang. Matth. 20, 1 16. Ev. Luc. 14, 1624.) ov γὰρ ἐπὶ τοῦ αὐτοῦ καιροῦ εἰς τὴν ἀμπελουργίαν πάντας ἐκάλεπεν, ἀλλ ̓ ἐκλήθησαν τινὲς καὶ ἑνδεκαταῖοι. ἐγὼ δὲ τριταῖος μὲν ἴσως. εἰ δὲ μὴ εὐθὺς ἀπήντηκα, ἀλλ ̓ οὐκ ἂν ἐβαλλόμην

[ocr errors]

τὴν πρόσκλησιν, οὔτε τὴν γυναῖκα προθέμενος, οὔτε τὸν ἀγρὸν νεώνητον. ἀλλὰ μόνον οὐ καὶ τὰς βλαύτας ὑποδησάμενος, ἀφορ μησα τῆς ἀφετηρίας. (Plat. Conviv. p. 174. a. Steph.) εἰ μὲν οὖν κατὰ τὸν σὸν δρόμον καὶ αὐτὸς δραμοῦμαι, ἔχω τὸν ἴσον μισθὸν, ἢ καὶ τὸν ἐλάττονα. τὸ γὰρ πλέον, προέλαβες. οὐκ οὖν ἀλλὰ μηδὲν εἴποιμι δυσχερές. τῆς δὲ λαύρας (V. Cangius I. p. 629 sq. et p. 792. De λαύρᾳ ν. Eustath. ad. Odyss. XXII. p. 777. Bas. ad. Il. p. 1108. Jac. Gronov. ad Herodot. I. 180 et praecipue Casaub. et Schweigh. ad Athen. XII. 57. p. 541. (T. VI. p. 469 sq. Anim.) Antiquitus erat vicus vel via in urbe, angiportus; inde traducta vox ad claustra proprie sic dicta et distingui solita a coenobiis, et cellae quoque monasticae dictae Laurae cf. Cang. l. I. et in gloss. med. Lat. in v. Laura. Adde Corayum ad Plutarchi M. Crass. V. III. p. 429 sq.) τῶν κελλίων δοθείσης μοι, ὁ παρὼν ἔσταλτο μοναχὸς ταύτην παραληψόμενος: XXVII. Ὡς μὲν ἄρτῳ σοι ζωῆς καὶ θέσει θεῷ, τὸν ἄρτον προσάγω, τὸν δὲ οἶνον, ὡς ἀληθεῖ βασιλεῖ καὶ καρδίας σχε θρωπαζούσας εὐφραίνοντι. ὡς δὲ θνητῷ, τὴν ὀπώραν διὰ τὸ φύσει εὐμάραντον. ἀλλὰ σύ μοι μένοις ἀείζωος. κόσμε κόσμου. καὶ κράτος κράτους, καὶ λαμπρὸν βασιλέως διάδημα: – XXVIII. Ὁ Χς (χριστὸς) σοι ταῦτα τῇ βασιλίδι, τὴν μὲν ὀπώραν, ὡς ἄνθους κάλλει καὶ χάριτι: τὸν δὲ οἶνον, ὡς νοητῇ εὐφροσύνῃ, τὸν δὲ ἄρτον ὡς πολλὰς πενήτων στηριζούση ψυχας. ὦ πᾶν τὸ θῆλυ γένος νικήσασα καὶ σωματικοῖς κάλλεσι καὶ ψυχικαῖς χάρισι: ΧΧΙΧ. ̓́Ολυμπε θεῖον ὄρος αὐτῆς τε σῆς σιων, καὶ τοῦ ἀερμὼν ὑπερκείμενε καὶ πηγὰς ἀῤῥήτους τὴν ἡδονὴν τῆς ἱερουσαλὴμ καταχέων. τί ποτέ σοι (rec. m. 6) προσφθέγξωμαι, (;) τίνα δέ σοι ἀναθήσομαι χαριστήρια. (;) ἀπὸ ποίων δέ σε τῶν οἰκείων μερῶν ἀναθήσομαι, ὡς παντοδαπὸς εἶ. οὐ τὰς θειοτέρας μόνον χάριτας, ἀλλὰ καὶ τὰς ἀνθρω πικὰς. καὶ θελγούσ (leg. θελγούσας.) . . ήν (leg. τὴν αἴσθησιν. καί σε κράμα πεποίηκεν ὁ θεὸς τῆς διπλῆς ἀρετῆς ὅση περὶ . ." (leg. τὸν οὐ ..." (leg. οὐρανὸν) καὶ ὅση περὶ τὴν γῆν. οἷον μὲν γάρ σοι τὸ δάδ (leg. Δαβὶδ ψαλτήριον δέκα φθόγγοις ἐντεταμένον. καὶ τὰς ἰσαρίθμους αἰσθήσεις τῆς

[ocr errors]
« PreviousContinue »