Page images
PDF
EPUB

διαστημάτων δὲ μακρῶν ἐπιστέλλοντι, ἐκ μακρῶν διαστημάτων ἀντεπιστέλλομεν καὶ αὐτοὶ. τὰ δὲ χαλκᾶ σκεύη τῆς τιμιότητός σου ἀπελάβομεν : XVI. Πάλιν ὁ δοῦλος σου δεξιοῦμαι

σε τὸν δεσπότην μου καὶ βασιλέα τρισὶ λευκοσκάροις. ὁ δὲ ἀριθ μὸς μυστικός. καὶ θεῖον τὸ ὄνομα. τό, τε λευκὸν τοῦ ἰχθύος ἐκφαντικὸν τῆς σῆς καθαρότητος. ἀλλὰ καὶ ὁ σκάρος μόνος τῶν ἰχθύων λαλίστατος. καὶ ἔστιν ὡσανεὶ ἰχθὺς μουσικός, σύμβολον καὶ οὗτος τῆς σῆς εὐστρόφου γλώττης καὶ μουσικῆς. σώζοι μὲν οὖν σε ἡ τριὰς, καταυγάζοι ιδέ σε ἡ λευκότης τῶν ἀρετῶν, εἴης δὲ καὶ τῇ γλώττῃ τὰ θεῖα φθεγγόμενος, χρηστότατε καὶ ἐπιεικέστατε βασιλεϋ. — XVII. (Evangel. Joan. XV. 1. sqq.) Τῇ νοητῇ ἀμπέλῳ, τῷ μεγάλῳ δεςπότῃ μου, βότρυας ἀπέστειλα δύο, γλεύκους ἔτι μεστοὺς καὶ γένοιό μοι μὴ ἄμπελος μόνον, ἀλλὰ καὶ ἀναδενδρὰς εἰς ὕψος ᾐρμένη. καὶ βρύων μὲν ἄνθεσι. βρίων δὲ κάλλεσι. βρύων δὲ χάρισε: XVIII. Τῷ κριτῇ τῶν θρακησίων. Ο περιβόητος οὗτος τὴν ἀρετὴν μοναχὸς, ὃν οὐδὲ αὐτὸς ἀγνοεῖς, σκοπὸν θέμενος τὴν πᾶσαν οἰκουμένην περιελθεῖν, ἐπεθύμησε καὶ τὸ σὺν περιπολεῦσαι θρακήσιον, καὶ εἰς ὁμιλίαν ἐλθεῖν τῷ περιβλέπτῳ σοι καὶ πάντα καλῷ. καὶ τὰ μὲν λαβεῖν παρὰ σοῦ, τὰ δὲ δοῦναι. δοῦναι μὲν, τὴν εὐγλωττίαν. τὴν τῶν ἠθῶν ἡδύτητα. τὴν ἐν οἷς οἶδεν ὑπηρεσίαν, ἀντιλαβεῖν δὲ τὰ παρὰ τῆς σῆς συνέσεως. εἰ βούλει δὲ καὶ χειρὸς. καὶ οἶδα μὲν, ὅτι συννεφὺς εἶ τὴν ὀφούν. καὶ ἐπέχων τὸν γέλωτα, στιβαρὸς τὴν ψυχὴν. ἀλλ ̓ οὗτος σε καὶ διαχεθῆναι ποιήσειε καὶ γελᾶσαι. καὶ πάσης ἡδονῆς ἐμπλῆσαι, (sic; sed antea ἐμπλήσειε) χάριτος. δεῖ δὲ ὑμῖν τοῖς περὶ τὰ μεγάλα σπουδάζουσι καὶ ἀνέσεως πολλάκις καὶ χαριεντισμάτων. ὧν οὗτος σοι πλουσίας δώσει τὰς ἀφορμάς. καὶ ταῦτα ἐν σεμνῷ σχήματι καὶ μοναδικῷ: ΧΙΧ. Πολλῶν ὄντων καὶ μεγάλων δι ̓ ἅ σε θαυμάζειν προῄρημαι, θαυμασιώτατε δέσποτα, ἀντὶ πολλῶν χρημάτων ἑλοίμην ἄν σου τὴν περὶ τοὺς φίλους ἁπλότητα, ἣν καὶ παρὰν σώζεις, καὶ ἀπῶν συντηρεῖς. ὁ μὲν μῦθος ποιητῶν (μὲν a rec. m. insert.) προῆλθε παρὰ τῆς σῆς δὲ ψυχῆς, ἡ καλοκαγαθίας τῆς γνώμης. διὰ ταῦτα καὶ παντὸς οὗτινοςοῦν προτεθέντος ζητήματος ἐν τοῖς ἡμετέροις συλλόγοις, εὐθὺς ἐγὼ πρὸς σὲ ἀναφέρω τὸν νοῦν. καὶ πρῶτον μὲν εὔχομαι τῷ θεῷ ὅσην εὔνοιαν ἔχων

καὶ

ἐγὼ πρὸς σὲ διατελῶ τὴν αὐτὴν ἀντιλαβεῖν παρὰ σοῦ, ἀπολήψαιμι δὲ εἰ τὸν παρόντα μοναχὸν ἀξιώσεις τῆς σῆς ἀντιλή ψεως, ἣν πρώτην ἐγὼ καὶ καλλίστην ἥγημαι καὶ ἐν τοῖς μά λιστα ιτετίμηκα. μὴ οὖν ἀντίθετος γενοῦ σεαυτῷ ἀλλ ̓ ὅμοιος ἁπανταχοῦ, ἐν τοῖς σχήμασιν, ἐν τοῖς ἤθεσιν, ὁμοιόαρκτος, ὁμοιοκατάληκτος, τέλους ἀγαθοῦ προοίμιον κάλλιστον παριστῶν. μὴ ἐξ ὑπολήψεως τὸ καλὸν ἐργαζόμενος, ἀλλ ̓ ἐκ περιουσίας τὴν περὶ σεαυτοῦ ἀρετὴν πᾶσιν ὑποδεικνὺς. εὑρέσεις τὰ φθάσαντα τῶν μελλόντων τιθέμενος. καὶ πρὸς ἰδέας μεταποιούμενος κρείτ τονας. μὴ δεινῶς τὴν σεαυτοῦ μεθοδευαν χρηστότητα, ἀλλ ̓ ἐπιει κῶς ἀφελῶς. εἴπερ γὰρ ἄλλο τι τῷ ἀρχιερεῖ τῶν ἀναγκαιοτάτων ἐστὶ ταῦτα εἰδέναι. τρόπους δὲ καὶ ἐπιτετηδευμένας ἰδέας, πε ρίεργόν ἐστι προςποιεῖν. τούτοις κέχρησο μὴ κατὰ περίοδον, ἀλλὰ κατὰ συνέχειαν, καὶ τὸ μέτρον ἐν ἅπασι φύλαττε, ἐν λέξεσιν, ἐν ὁμιλιῶν κόμμασι. τὸ δὲ ὑπὲρ τοῦτο, ἄφες τοῖς κάτω βυθοῖς. τὸ γὰρ μὴ μέχρις ὀνόματος εὐπρεπὲς πῶς ἂν εἴη πραττόμενον εὐσεβές : ΧΧ. Τί σοι τῶν πάντων ἐπάξιον, ἁγία μου δέ σποινα καὶ παντὸς τοῦ κόσμου βασίλισσα. οὐ γράφω κολακεύων, οὐ γράφω σοφιστεύων, ἀλλά με ἡ ὑπερβάλλουσα καλλονὴ καὶ ἡ ὑπεράπειρος σύνεσις καὶ ὑπεροχὴ τῆς φρονήσεως οὕτω πέπεικεν, ὑπολαμβάνειν περὶ σοῦ, ὡς περὶ θείας καὶ κρείττονος φύσεως. τί οὖν σοὶ τῶν πάντων ἐπάξιον: μιάς σου ἀρετῆς, οὐ τιμᾶται τὰ ἐπὶ γῆς ἀγαθὰ. εἰ δέ σοι ἄρτον ἐγὼ καὶ οἶνον καὶ ὀπώρας ἀπέσταλκα, μὴ θαυμάσῃς, μηδὲ καταφρονήσῃς τοῦ πράγματος, μηδὲ ὕβριν λογίσῃ τὴν τῶν ἀπεσταλμένων εὐτέλειαν, ἀλλὰ γνῶθι, ὅτι φιλοσόφου τὸ δῶρον, ἐν συμβόλοις ὑποδεικνύντος τὰ κρείττονα. δέξαι οὖν τὸν μὲν ἄρτον, ἀντὶ τοῦ τῆς ζωῆς ἄρτου. τὸν δὲ οἶνον, ἀντ ̓ εὐφροσύνης (Ev. Joann. 6, 27. 32 – 71.) πνευματικῆς. τὴν δὲν ὀπῶραν ἀντὶ χάριτος καὶ ὡραιότητος μυστικῆς. ὦ πασῶν ὡραιοτέρα τῶν ἀπ ̓ αἰῶνος γυναικῶν. καὶ τῷ κόσμῳ τοῦ σώματος καὶ τῷ τρόπῳ τοῦ πνεύματος: ΧΧΙ. Δέσποινά μου ἁγία, τί τῶν ὄντων ἐπάξιον τῆς σῆς θεοειδεστά της καὶ βασιλικῆς τῷ ὄντι ψυχῆς, οὐ δ ̓ ὁ σύμπας κόσμος ἰσο στάσιος τῇ σῇ ἀρετῇ καὶ ὑπερφυεῖ καλλονῇ. ἔστωσαν οὖν τὸ σταλέντα, ὡς σύμβολα τῶν σῶν ἀρετῶν. καὶ δέξαιο τὸν μὲν ἄρ τον ὡς καρποφόρος ἐν θέων πράξεων ἀρούρα, τὸν δὲ οἶνον, ας

[ocr errors]

[ocr errors]
[ocr errors]

XXII.

ζωήροντος ἄμπελος, τὰς δὲ ὀπώρας, ὡς ὡρῶν τρυφή, ὡς χαρίτων πηγή, ὡς ἀκόρεστος καὶ νοερὰ ἡδονὴ, καὶ βούλομαί τι πλέον ἐρεῖν, ἀλλ ̓ εὐλαβοῦμαι τὸ ἀκολάκευτον, ἢ μᾶλλον οὐδὲ δύναμαι τοσοῦτον εἰπεῖν ὁπόσον βεβούλημαι. καὶ οὐκ ἐκ χει λέων ὁ λόγος ψιλῶν μάρτυς ὁ κόσμος ἀλλ ̓ ἐκ μέσης αὐτῆς τῆς ψυχῆς: Εἴθε ἀμβροσίας εὐπόρουν, εἴθε νέκταρος, εἶπε τινὸς ἄλλου βρώματος ἢ πόματος ἀθανάτου, δέ σποτά μου καὶ βασιλεῦ. ὡς ἂν αὐτό σοι τὸ ἀθάνατον βρῶμα παρέθηκα. καὶ αὐτήν σοι τὴν ἀθάνατον πόσιν ἐκέρασα. ἐπεὶ δὲ κέκρυπται ἀφ ̓ ἡμῶν ἡ ἀθάνατος λεγομένη πηγή, καὶ τὸ τῆς ζωῆς ξύλον καὶ γενεὰ πορεύεται, καὶ γενεὰ ἔρχεται, ἡ δὲ γῆ εἰς τὸν αἰῶνα μένει κατὰ τὸν τοῦ ἐκκλησιαστοῦ λόγον, αὐτά σου τῶν ἐπὶ γῆς τὰ κάλλιστα καὶ ἀναγκαιότατα πέπομφα, ἐκ λει μώνων οπώραν, ἐξ ἀμπέλου ἡδίστης οἶνον. ἄρτον ἐκ γενναίας αὔλακος. οἷς τὸ πρῶτον ἡ φύσις ἡμῶν ἀπετρέφετο λιτὰ πάντα καὶ βραχέα καὶ εὐτελῆ. καὶ βασιλείας μὲν ὕψει καὶ μεγέθει ἀπεοικότα. τῆ δὲ σῇ φύσει κατάλληλα τῇ ὄντως φιλοσόφῳ καὶ μετρίᾳ καὶ ἀγαθῇ, καὶ δι ̓ ἣν πάντων κεκράτηκας. φάγοις οὖν καὶ πίοις αὐτῶν ὁ ἐμὸς βασιλεὺς. εἴπω τι καὶ τολμήσας, καὶ ἐμὸς θεὸς καί σοι γένοιτο καὶ ἡ τροφὴ καὶ ἡ πόσις, εἰς ἀνά δοσιν ὑγείας καὶ ζωῆς πλείονος : — ΧΧΙΙΙ. Οὐκ ἀπεψύγη μοι τὰ τῆς ἀγάπης ἄνθρωπε τοῦ Θεοῦ, καὶ ἰσόψυχε κύριέ μου, καὶ ἡγεμόν (sic; ante ἡνεμών) μου καὶ γνωστέ μου, καὶ γνῶ στα μου. οὐδ ̓ ἀπέσβεσται τὰ τῆς φιλίας καὶ ἡ σποδιά διαλελυ ται. μὴ οὕτω μανείην ὡς καὶ τοῦ φιλικοῦ καθήκοντος λήθην λαβεῖν καὶ ἀμνημονῆσαι χαρίτων τῶν σῶν. πυρὸς γὰρ παντὸς εἰσί σοι τὰ πρὸς στοργὴν φλογωδέστερος καὶ θερμότερος. καὶ καντηνθράκωται (sic; leg. κατηνθράκωται) ταῦτα παρ ̓ ἐμοὶ. καὶ καθεκάστην ἀναζεῖ. καὶ ἀνάπτεται διαέριον. καὶ μάλιστα σοὶ καὶ τοῖς οἴοσσ (i. e. οἵοσσιν, an legend. υἱέσιν vel τοῖς σοῖσιν?) παρ ̓ οἷς ὁ τῆς φιλίας ὅρος ἀληθεύει καὶ οὐ διέψευ σται. ἐπεὶ τοῖς γε παρὰ κρατῆρι μόνῳ τὰ τῆς φιλίας γνωρί ζουσι, πάλαι καὶ ἀπεμαράνθη. καὶ κατεσπόδωται, καὶ τὰ μὲν ἡμέτερα τοιαῦτα καὶ ἐν τούτοις ἐσμέν. καὶ ζῶμεν τοῖς ἀγα πῶσι μόνοις, καὶ τοῦτο δὴ τὸ ἀποστολικὸν. ὅσῳπερ ὁ ἔξωθεν άνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω πρὸς τούτους ἀνα

το

ων

καινοῦται. τοῖς δέ γε πολλοῖς, ἀπετεφρώθη ἢ μᾶλλον ἀπω στρακώθη. καὶ τὸ τῆς Νιόβης πάθος ἀπελιθώθη. αἱ γὰρ τῶν προλαβόντων ἀνέμων στροβιλώθεις καταφοραὶ καὶ ἡ θρακική χιὼν ἐκείνῃ τῶν περιστάσεων καὶ ἡ ὀλέθριον τετριγυῖα χάλαζα, μικροῦ δεῖν ἐξέτριψέ με παντάπασι καὶ κατέψυξε, καὶ λίθινον ἢ κρυστάλινον ἀπέδειξεν άνθρωπον, ἄχρηστον πρὸς ἅπαν λυσετελὲς καὶ ἀνόνητον. οὕτως κατειργάσθην ταῖς πολλαῖς καὶ βαρείαις, οὕτω ταῖς προηγησαμέναις ἐκδεδαπάνημαι μάστιξι. διὰ ταῦτα καὶ ζῶν νεκρὸς εἶναι λογίζομαι, καὶ νεκρός τυγχάνων ἄκλαυστος μένω καὶ ἄταφος (Sophocl. Antig. 29. cf. Valken. ad Phoeniss. 1628. p. 434. Frömmel.) καὶ φόρτος εἰμὶ τῇ γῇ περιττὸς καὶ ἀνόνητος καὶ τὸ δὴ μεῖζον ὅτι μὲ δὲ κειμένω σπένδεταί μοι τὰ λυπηρά. ἀλλ ̓ ἐπιστρατεύονται καὶ αὐτῷ μου τῷ πτώματι, (Valken. ad Ph. 1490. p. 415.) τρόπον γυπῶν ἢ κοράκων τινῶν. καὶ πάντοθεν διασπαράττεται μοι τὸ δύστη τον σαρκίον, καὶ διαξέεται. οὕτω τῆς παντεφόρου δίκης δικαιω σάσης ὑπέχειν με δίκας μέχρι τέλους τῶν πολλῶν μου ἁμαρτι ῶν. ἐξ ὧν αἱ τοιαῦται κολάσεις τοῖς πταίουσιν ἀποτίκτονται. διὰ ταῦτα ἀλγῶ καὶ ὀδυνῶμαι, δοῦλε τοῦ θεοῦ, καὶ φέρειν οὐκ ἔχων, τὴν ζωὴν ἀπολέγομαι. ἐκτήκει γὰρ μου ταῦτα τὸν μετ λόν καὶ τὸν ἡγεμόνα νοῦν (Platon. Phileb. p. 50. p. 76. ed. Stallbaum. et Annot. ad Proclum p. 90. ad calc. Plotini de pulcr.) ἐκτυφλοῖ. καὶ τὴν γλῶτταν ξηραίνει, καὶ τὴν χεῖρα συστέλλει καὶ ναρκᾶν ἀναπείθει καὶ μήτε γράφειν βιάζεται μήτε λέγειν, μητ ̓ οὖν ἐνεργεῖν. ἀλλ' ὡς ὑπόκρυφον ὑδεύειν ἢ ὑπόλη σον. καὶ ἄλλως εἰπεῖν ἀμουσότατον ὄντα. νοῆσαι δ ̓ ἀλογιστότα τον καὶ πρᾶξαί τι τῶν δεόντων ἠλιθιώτατον. διὰ ταῦτα σταθμὸν ἔσχατον ἐπιζητῶ κατὰ τὸν Ἱερεμίαν. καὶ πρὸς γωνίαν ἐμαυτὸν συνωθῶ. καὶ κλίνην ἄψυχον, καὶ γῆς ὑποδῦναι ποθῶ τὰ μυχὰ, καὶ ᾅδου περιβαλέσθαι κυνῆν. ἵνα μὴ ὡς ἀπαίσιόν τι τέρας τοῖς πᾶσιν ὁρῶμαι καὶ (insert. a. rec. m.) κακὸν δυσοιώνιστον. διὰ ταῦτα καὶ τὰς θρήνους καλῶμεν. οὐχ εὑρίσκονται δὲ, ἀμέ λει τοι καὶ σκότον συγκλείω. τὸ ἀποδιτον ἐμαυτῷ προοικονομούμενος. ἵνα καὶ ἀήρ συμπενθῇ μοι καὶ τἄλλα στοιχεία συγ κλαίη καὶ συνοδύρηται. ἐκ τούτων ἐπλήγην ὡσεὶ χόρτος καὶ ἐξε ράνθην. καὶ ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανερέθην. καὶ

· οὔτε χείλη διᾶραι μοι δυνατὸν οὔτε γλῶσσαν ἐν ἀνοίξει κινῆσαι τοῦ στόματος, ἀλλ ̓

εἰ καὶ θανόντων καταλήθοιτ ̓ εἶν ἀΐδαο,

αὐτὰρ ἐγὼ κεῖθι φίλου μεμνήσομ ̓ ἑτάροιο *).

εἰ γὰρ καὶ οὕτω καὶ αὐτὸ τὸ εἶναι σχεδὸν ἄνθρωπος περιῄρημαι, ἤδη σε καὶ ἀγαλματοφορᾶ (V. Ruhnk. ad 'Tim. p. 7. ed. alt.) ἐν τοῖς τῆς καρδίας θαλάμοις καὶ περιφέρω διαπαντὸς, καὶ ὥσπερ εἰκύσι τισὶ στηλογραφίαις, (f. στηλογραφικαῖς) τοῖς ἀποκομιζουμένοις γράμμασι διοπτρίζομαι. καὶ ἀναψύχω τῆς ψυχῆς τὸ φλεγμαῖνον καὶ παθαινόμενον. τούτοις ἐπιστηρίζων νοῦν ἅμα καὶ βλέμμα καθάπερ ἄγαλμα ἐπισεμνύνομαι τε καὶ ἐναβρύνομαι καὶ τὸν πατέρα τῶν λόγων οἷος ἐν τοῖς γεννήμασι και ταμανθάνω τρανότερον καὶ βούλομαι μὲν σοὶ προσομιλεῖν καὶ μὰ σὲ καὶ προσλαλεῖν τὰ συνήθη καὶτὴν φιλίαν συνδέοντες πλὴν ἀτονῶν κατοκνῶ τῆς πηγῆς τῶν λόγων συγχωσθεῖσα. τέλεον καὶ ἀποξηρανθείσης μοι. καὶ ἀποστομώσει ποτὲ θυμηδία καὶ μεταβολὴ πρὸς τὸ βελτίον. ἀλλὰ χαῖρε μοι χωρίον μουσῶν. σοφίας καταγώγιον. ἀρετῶν ἐνδιαίτημα. νόμων ταμεῖον. ἀγάπης φύλαξ. φιλίας λαμπτήρ. καὶ φυλάττοίο μοι μέχρι τέλους τοιοῦτος. καὶ φυλάττοις αδιάρρηκτον τῆς ἀληθοῦς φιλίας τὸν ὅρον. ἀλλὰ καὶ μόνος καὶ μόνον ἄλλον ἑαυτὸν τὸν φίλον ὁρίζοιο. τὰ δέ γε καθ' ἡμῶν ἐν φαρέτραις ἑτοιμαζόμενα βέλη (Pindar Olymp. II. 149. sqq.) μᾶλλον δὲ κατὰ νιφάδας ἀφιέμενα, τινὸς ἂν ἅψαιντο σώματος. ἀπὸ ποδῶν ἕως κεφαλῆς ἑλκωμένων ἡμῶν. καὶ ὁλοσώ ματον τὴν πληγὴν κεκτημένων, εἰ μήγε τὴν ψυχὴν αὐτὴν ἀποκτεῖναι φιλονεικοῖεν ὅπερ ἀδύνατον: -:-:- XXIV. Πολ λὰς καὶ πολλάκις διακρουσάμενοι ἀξιώσεις θεοειδέστατε δέσποτα ἀνδρῶν ἀγαθῶν καὶ αἰδεσίμων ἐμοὶ. περὶ οὗ μέλλων οὖν ἀξιοῦν καὶ εὐστὰς ὡς οἷόντε πρὸς πάντας ἀνδρικῶς καὶ γενναίως. καὶ ὑπὲρ σοῦ πρὸς τοὺς ἐκείνων λόγους ἀγωνισάμεμοι, τέλος ἡττήθην οὐ τῆς ἐκείνων φωνῆς. μὴ γὰρ ἂν οὕτως εἰδείην ῥητορικὴν. ἀλλὰ τοῦ κοινοπαθοῦς καὶ τοῦ φιλανθρώπου. καὶ τῆς σῆς ἐπιει

* Scr. εἰ δὲ 9. περ καταλήθοντ' εὶν ἀ. et αὐτ. ἐ καὶ κ. φ. μ. ἑταίρου. Sunt enim versus Homeri Il. χ. 3jo. sq. Friedem.

« PreviousContinue »