Page images
PDF
EPUB

ρος, οὐκ ἀηδὲς, σύμβολον. λαλίστατος γὰρ ὁ ἰχθὺς καὶ κήρυξ τῆς ἡμετέρας φιλίας καὶ διαθέσεως: VIII. Καὶ ἡ προς ἡμᾶς σου ἀγάπη, πολλὴ, περίβλεπτε κύριέ μου καὶ ἀδελφὲ αγαπημένε, καὶ οἱ πεμφθέντες (τυροί, πολλοὶ. τὸ δὲ γράμμα βραχὺ. ὃ μᾶλλον ἔδει μακρότερον εἶναι, καὶ τῷ μέτρῳ τῆς ἀγάπης ἀναλογοῦν. ἡμεῖς γὰρ, ὥσπερ ἐν ταῖς ἀπὸ γλώσσης διαλέξεσιν ἀπλήστως ἔχομεν τοῦ ὁμιλεῖν σοι, οὕτως καὶ ἐν ταῖς διὰ γραμμάτων ὁμιλίαις βουλόμεθα ἐπιπλεῖον κατατρυφάν σου τῆς διαλέξεως. εἰ δὲ ἀμαθίαν προβαλλόμενος καὶ ἰδιωτείαν, εἰς ὀλίγους στίχους συστέλλειν ἐθέλεις τὰ γράμματα, τὸ μὲν μέτρων τῶν συλλαβῶν φύλαττε. γράφε δὲ συνεχέστερον. σὺ γὰρ οἶδας, ὅτι ἀδόλως καὶ καθαρῶς ἠγαπήσαμεν ἀπὸ πρώτης ἐντεύξεως. καὶ φιλίας κρατῆρα αθόλωτον ἀλλήλοις ἐκερασάμεθα. δεῖ οὖν ἀμφοτέρους ἡμᾶς, τὰς πρὸς ἀλλήλους συνηθείας τηρεῖν. παρόντας μὲν, ταῖς φιλικαῖς ὁμιλίαις. ἀπόντας δέ; ταῖς ἐπιστολαῖς. θαρρούντως οὖν ὁμίλει καὶ γράφε. καὶ τὸ ὅλον εἰπεῖν, στρατιω τικῶς· μάλιστα γὰρ τοῖς ἁπλοῖς τῶν φίλων γράμμασιν ἐφηδό μεδα, ἢ τοῖς δεινοῖς καὶ σοφιστικοῖς: ΙΧ. Ο κορίνθος, ὁ τὴν γλῶτταν πολὺς, ὁ πλείων τὴν ἀρετὴν, ὁ φίλτατος ἐμοὶ καὶ σεβάσμιος, οὐδε (οὐδὲ διὰ χρόνου φοιτᾷ πρὸς ἡμᾶς, ἀλλ ̓ οὐδ ̓ ἐπιστέλλει. ἀλλὰ τὰς ἀθήνας, μόνος ἀπολαβὼν καὶ πρὸς τὴν αὐτόθι μοῦσαν τὴν ἀκοὴν ἐπιστρέψας τὰς ἐμᾶς παραπλέεις σειρήνας καὶ ταῦτα ἄδεσμος καὶ ἐλεύθερος ὤν. ἐγὼ δὲ οὐ τοῦτο οἴομαι. ἀλλὰ στείλας πρὸς οὐρανὸν καὶ τὴν ὀθύνην ἐκεῖσε πετάσας, ἡμῶν τῶν χθαμαλῶν ἐπιλέλησαι. νῦν δὲ καὶ τί σοι ἄλλο συμβέβηκεν. ἵνα πάντη γε ἀνεπίστροφος εἶ πρὸς ἡμᾶς, ὁ χρυσοῦς τὴν ψυχὴν ὁ δεῖνα. οὗτος γὰρ οὐ διὰ τῶν λόγων, ἀλλὰ διὰ τῶν τρόπων θέλγειν τὸν ὁμιλοῦντα δυνάμενος, κατέχει καὶ παριέναι οὐ συγχωρεῖ. ἐμὲ γοῦν ἀποδημῶν μικροῦ δεῖν ἐφειλκύσατο. τῇ τῆς ἑταιρίας σαγήνῃ ἐπισυρόμενος. καὶ οὐ πλάττων λέγω. οὐ μὰ τὸν ἐμοὶ φίλτατον ἀδελφὸν. ἀλλὰ πειρώ μενος τοῦ ἀνδρὸς ὡς συμμαρτυρήσεις μοι τὴν ἀλήθειαν. τούτῳ τοίνυν τῷ ἀληθεῖ καὶ καλλίστῳ ἀνδρὶ, διὰ τὴν ἐκ τοῦ τρόπου πίστιν, συμβέβηκε γενέσθαι καὶ πράκτορι. διὰ ταῦτα γοῦν καὶ τῆς ἐμῆς ἐδεήθη λώττης (leg. γλώττης) καὶ τῆς σῆς δεῖται χειρός. ἐγὼ μὲν οὖν, ὡς ὁρᾷς, ἐχαρισάμην αὐτῷ τὴν ἐπιστο

-

λὴν. σύμπραξον δὲ καὶ σύ, καὶ διαβίβασον διὰ τῆς θαλάσσης ξηρὸν τὸν ἄνδρα καὶ ἄβροχον, τεμὼν τὰ ὕδατα, καὶ τὰ μὲν φωτίζων, τὰ δὲ ἐπισκιάζων. δεῖ γὰρ ὑμῖν μὲν ἀρχιερατικὴν εἶναι τὴν συντέλειαν, ἐμὲ δὲ φιλόσοφον ὄντα, συμβολικῶς τὴν περὶ τούτου ποιεῖσθαι ἀξίωσιν : Χ. Οὐ περὶ τοῦ ἀνεψιοῦ πολλάκις ἠξίωσας ἑταῖρε ίω (sic). ὅπως ἂν αὐτοῦ ἐπιμελοίμην ἄρτι τελοῦντος εἰς τὰ μαθήματα, καὶ νῦν οὗτος τὰ πρῶτα τῶν ὁμιλητῶν ἐμοὶ γέγονε διὰ σέ. Καὶ οὐ πάνυ τοῦ θείου ἀφέστη κεν ὥς γε μοι φαίνεται. ἥδρασται γὰρ καὶ πλατεῖα αὐτῷ ἡ διά νοια. καὶ ἡ φύσις εἰς ὀξὺ μὲν οὐ λήγει: ἴση δέ ἐστι πᾶσα. καὶ ἀπὸ πρώτης γραμμῆς ἐοικυῖα ἑαυτῇ. καὶ ἵνά σοι ἀπὸ τῶν ποτε φίλων σχημάτων τὸ πλεῖον δηλώσαιμι, τοῦ κωνικοῦ μὲν ἀποβέβηκε. κύλινδρος δέ ἐστιν ἀκριβὴς. τί οὖν μοι τὰ πολλὰ ταῦ τα πεπροοιμίασται, νὴ τὴν ἱερών σου καὶ φιλτάτην ψυχὴν, ἵνα γράφης πρὸς ἡμᾶς χάριτας, ὁμολογῶν, ἢ προσθήκας ἐπιζη τῶν: ΧΙ. Ἡ πένης αὕτη καὶ μοναχή, πένης μὲν ἄχρι παντὸς βούλεται εἶναι. καὶ μετὰ τοῦ ἱεροῦ σχήματος, οὐ μέντοι γε καὶ λιμώττειν. λιμῷ γὰρ ἔχθιστον θανέειν καὶ πότμον ἐπισπεῖν κατὰ τὸν εἰρηκότα σοφὸν. αὕτη δὲ καὶ μοναστηρίτους ύντι ἐκ τῶν ἐνόντων ἐδείματο. καί τινα τούτῳ προςερανίσατο, τὸ μὴ λιμώττειν τε καὶ ταῖς ἐκεῖσε μοναζούσαις ὑπισχνουμένη. ἀλλ ̓ εἷς τῶν συνενεγκόντων αὐταῖς ἐρανιστῶν ἵνα μὴ τοὔνομα λέγω, ἀρνεῖται τὸν ἔφανον, καὶ ἀνατίθεται τὴν ὁμολογίαν. ἴδε οὖν τὸν ἄνθρωπον ὁμαλῶς. καὶ ἐξομάλισαι δεξιᾶς, ἐὰν μὲν μὴ ἀναλύῃ τὴν χάριν, αὐτὸ δὴ τοῦτο ἐστὶ τὸ ζητούμενον· εἰ δ ̓ οὖν, στῆσον ταῖς ἀνίσοις τύχαις ἶσον καὶ ἐθὲς δικαστήριον. καὶ ἔστω σοι μετὰ τοῦ δικαιουμένου κατὰ τὸν νόμον ἡ ἀδικοῦσα ἀπόφασις :

[ocr errors]

ΧΙΙ. Καὶ ἐμεμψάμην (supra εi, ut sit: καὶ εἰ ἐμεμψάμην) σοι, ὅτι ἐν περιόδοις ὡρῶν τὰς σὰς ἡμῖν κομί ζεις ἐπιστολὴς, καὶ τὴν πεμφθεῖσαν ἡδέως τε εἶδον καὶ ἀνέγνων αὐτὴν, πολλάκις χαριέστερον. φιλόσοφος γὰρ ὢν ὡς ἐπίστασαι, οὐ τοῖς τῶν κελευόντων εἴωθα ἐπιτάγμασιν εἴκειν. οὔτε ταῖς τῶν φίλων καταχαρίζεσθαι ἐντολαῖς. ἀλλὰ ταῖς τῶν πραγμάτων ἀκολουθεῖν φύσεσι, καὶ πρὸς ἐκεῖνα μεταρρυθμίζεσθαι. ὅθεν δέον μέμφεσθαι, ἐμεψάμην (sic) οὐδὲν τι παρασυρεὶς ὑπὸ σοῦ καὶ ἤσθην, ἐξὸν ἡδύνεσθαι, πεπεικά τε ἐμαυτὸν, τῶν σῶν ἀντέ

χεσθαι ὡς ἐμῶν. οὐκ ἀπὸ τῆς σῆς ἀξιώσεως· φιλόσοφον δὲ καὶ τοῦτο. ἀλλ ̓ ἀπὸ τῆς τοῦ πράγματος ἐνδυναμένου προστάξεως μονονουχὶ γὰρ τῆς φιλίας ἀκούειν δοκῶ. Οἷόν τινα φωνὴν ἀφιείσης καὶ πρὸς τοῦτο με ἐναγούσης. ὅθεν οἴου ἐντεῦθεν ἐςῥομενέστατά με τοῦ πράγματος ἅπτεσθαι· ἢ εἰ πολλάκις αὐτὸς ἠξίωσας. ἐπιμελήσομαι δέ, καὶ τοῦ υἱέος, διά τε τὸν αὐτοῦ πατέρα καὶ τὴν ἐκείνου φύσιν ἑλκουσάν με πρὸς τὴν ἐπὶ τοῖς λόγοις ἀρδείαν, οὐδὲν ἧττον, ἢ δένδρον ὀργῶν πρὸς τὸ θάλλειν, τὸν γεωργὸν. ἐντεῦθεν γὰρ καὶ τ ̓ ἄλλα αὐτῷ ἅπερ αἰτεῖς προςγενήσεται. ἐκείνου μὲν πρὸς ταῦτα πρωταγωνιστοῦντος. ἐμοῦ δὲ συναιρομένου : ΧΙΙΙ. Ὡς ἡδέα τῷ λάρυγγί μου τὰ λογιά σου, τιμιώτατε πάτερ. ὑπὲρ μέλι τῷ στόματί μου. ὁ σὸς γὰρ λόγος ἐμοί, ὡς ὑετὸς πρώϊμός τε καὶ ὄψιμος ἠρέμα χεόμενος, καὶ εἰς τὰ βάθη τῆς ψυχῆς μου δυόμενος. καὶ πρὸς καρπογο νίαν ἐγείρων τὴν τῆς διανοίας μου αὔλακα. ὥσπερ δὲ ἀπλήστως ἔχω τοῦ κατὰ πρόσωπον ὁμιλεῖν σοι, οὕτω καὶ τοῦ γράμμασιν ἐντυγχάνειν σοῖς. ἡ γὰρ πνευματικὴ ὁμιλία, τροφὴ γίνεται τῇ ψυχῇ εἰπεῖν δὲ καὶ τρυφή. καὶ ὁμοῦ τήν τε νοητὴν αὔξησιν δέχεται, καὶ κατατρυφᾷ τῆς θείας καὶ ἀληθοῦς γνώσεως. ἐγὼ γὰρ, πάτερ πνευματικέ, τῆς ἐπὶ πᾶσι διδασκαλίας ἀξιωθεὶς, οὐ τοῖς ἡμετέροις μόνον καὶ πνευματικωτέροις ἐντυγχάνω λόγοις. ἀλλ ̓ ἔστιν ὅτε καὶ τὴν θύραθεν σοφίαν (Sapientiam non Christianam s. gentilem. Locutionis exempla congessit Cangius in Glossario Τ. Ι. p. 502.) διαχειρίζομαι, τὸ μὲν ἐξηγητής ταύτης τοῖς παιδευομένοις γινόμενος, τὸ δὲ καὶ συνεργὸν ἔστιν ὅτε ταύτην λαμβάνων πρὸς τὴν ἡμετέραν φιλοσοφίαν. συγκρίνων δὲ τὰ ἡμέτερα καὶ θεοπαράδοτα τῷ ὄντι λόγια παρὰ τὴν ἑλλη νικὴν ἀπειροκαλίαν, τὰ μὲν ἀπεικάζω πηγῇ καθαρᾷ καὶ διει δεστάτῃ, κάτωθεν ἀναβλυζούσῃ καὶ τὴν διψῶσαν ψυχὴν ἠρέμα ἐμφορούσῃ τοῦ νάματος· τὰ δὲ ὕδατι ἐξομοιῶ θολερῷ καὶ ἀπό τῳ καὶ ἁλμυρῷ *) σφοδρῶς ῥέοντι καὶ τὸν νοῦν κατασύροντι. ἀλλ' ὅγε σὸς λόγος ἐκ τοῦ πρώτου κρατῆρος **) ἐστὶ διὰ τοῦτο

τα

*) ἁλμυρῷ, ν. Hemsterh. ad Luciani Dial. mar. 5. p. 553. sq. Βip. Wyttenb. in Bibl. cr. VII. p. 17. et Lect. Plat. ad calc. Plotini de pulcr. p. 464. sqq.

**) V. Symbol. u. Mythol. ΙΙ. p. 594. sqq.

βραχὺς μὲν, ἀλλὰ πότιμος, καὶ οὐ περιοῥέων ταῖς λέξεσιν, ἀλλὰ καταγλυκαίνων τοῖς ἐνθυμήμασιν, ἐοικώς τῇ θείᾳ σταγόνι τῇ κοιλαινούσῃ τὴν πέτραν. ἴσως γὰρ καὶ τὴν ἐμὴν λιθώδη ψυχὴν συνεχῶς ἐπιῤῥέων κοιλανεῖ ποτὲ καὶ εἰς ὑποδοχὴν ἀπεργάζεται τῆς κρείττονος χάριτος. καὶ τοῦτο γάρ μοι ἀρέσκει τῆς σῆς πάτερ παιδαγωγίας, ὅτι μὴ βροντὰς [-ᾶς?] ἄνωθεν, ὥσπερ οἱ (a rec. m. suprascr.) πολλοὶ ποιεῖν εἰώθασιν, μὴ δὲ ἐξ ὑπερεχούσης σου φίας τοὺς λόγους ποιεῖς, ἀλλ ̓ ἐκ τοῦ ὑφειμένου διαλεγόμενος, λανθάνεις ἐμποιῶν ταῖς ψυχαῖς τὴν ὠφέλειαν. καὶ γὰρ τῆς παραινέσεως, ἄνευ καὶ τῆς καλλίστης πρὸς ἀρετὴν ὑποθήκης αὐτὸ τοῦτο τὸ μετριοφρονεῖν ἐν ταῖς συμβουλαῖς, καὶ μὴ ὥσπερ νομοθετεῖν, ἀλλὰ ταπεινοφρονεῖν· μὴ δὲ ὑψηλολογεῖν, ἀλλὰ με τριάζειν, παρασκευή τις ἀρκοῦσα πρὸς ἀρετήν. εἰ μὲν οὖν ποτε τῆς ἐνταῦθα πέδης ἀπολυθεὶς ἀετοῦ περιθῶμαι πτέρυγας καὶ πτερυξάμενος καταπαύσω πρὸς σέ, ἔξω (sic; leg. έξω) τὸ ποθούμε νον, καὶ τοῦ ὀρεκτοῦ τεύξομαι. εἰ δὲ μὴ τῆς νεφέλης ἔσω γένωμαι. τὸ ὑψηλὸν ἀναβὰς ὄρος, άλλα γε περὶ τοὺς πρόποδας ἑστηκως, ἀκούσομαι ἴσως τῶν θείων φωνῶν, καὶ τῆς ἱερᾶς σάλπιγγος ἧς μὴ φθονήσῃς ἡμῖν, μὴ δ ̓ ἅπαξ, ἀλλὰ πολλάκις, τὰς σὰς τοῖς ποθοῦσι χαρίζουσι φωνάς: XIV. Καὶ προέγνωκα, καὶ προείρηκα ἰσόψυχε, ἢ μᾶλλον ὑπὲρ αὐτὴν τὴν ψυχὴν ἠγαπημένε ἀδελφὲ. ὅτι σου ὁ τοῦ καροπαλάτου θάνατος μέσης ἅψε ται τῆς καρδίας, ὥσπερ δὴ καὶ τὴν ἐμὴν ἄχρι βάθους διερ ῥηξε. καὶ εἰκὸς διαθορυβηθῆναι σε, ἀπαράσκευόν τε ὄντα τὴν ψυχὴν, καὶ πολλοῖς περιειλημμένον κακοῖς. ἀλλὰ τὸ μὲν γεγονέ τε καὶ οὐκ ἄλλως ἔσται τοῦτο δέ με παραμυθεῖται, ὅτι πρὸς τῷ τέλει γενόμενος ὁ ἀνὴρ, μετανοίας τε ἀφῆκε δάκρυον, καὶ τὸ σχῆμα τοῦ βίου μετέβαλε καὶ ἐπὶ καλαῖς ἀπῆλθεν ἐλπίσιν, οὔ πω τῶν τοῦ βίου μετειληφώς δυσχερῶν. ἀποδέχομαι δὲ καί τινα τῶν σοφῶν ἐπὶ πολλοῖς ἐπαινοῦντα τὸν μακεδόνα ἀλέξανδρον, καὶ θαυμάζοντα μάλιστα, ὅτι τριακοντούτης τετελευτήκοι ἐπ ̓ αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας, ἐπ ̓ αὐτῇ τῇ τῆς εὐτυχίας ἀκμῇ, μεταβολῆς οὐ πεπειραμένος. ἐπεὶ οὖν ἀμφοτέρων ἡμῖν τὸ τῆς κοινῆς φιλίας κεφάλαιον ἀπελήλυθέ, ἀντιπερισχῶμεν μᾶλλον ἀλλήλους, έλλειμμα μέτρου φιλονικοῦ, ὡς αὐτῷ τέ σοι ἐγὼ ἀντιμαρ τυρήσαιμι, καὶ σὺ ἀντιμαρτυρήσεις ἐμοὶ. ἀλλ ̓ ἄμετρα φασί τὰ (Miscell. Vol. ΙΙ. Ρ. IV.)

[ocr errors]

39

T

του

καλὰ, καὶ μὴ περιλαμβανόμενα πέρατι. ἔστω οὖν καὶ ἡμῖν δοκοῦντος ἀπείρου ἄπειρον τε καὶ μακρότερον. ἀλλὰ περὶ τούτου σοι ιἐπιμελέστερον ὀφθέντι μοι διαλέξομαι, μέλλει γὰρ μοι περὶ τῶν τοῦ βεστάρχου *) παιδίων. τὸ δὲ νῦν ἔχον, ἐπάνηκε ἡμῖν οὕτω προστεταγμένος. ἐπάνηκε χαίρων χαίρουσι. πως ἂν εἴποιμι. σφόδρα, σφοδρῶς, οὐκ οἶδα δὲ εἰ ἐφέξω τὸ τῆς χαρᾶς δάκρυον. ὃ δὴ καὶ νῦν μοι πλούσιον τῶν ὀφθαλμῶν και ταρῥεῖ. ἐπάνηκε πρὸς τὸν σοι μόνῳ ὑπέρτιμον. οὐκ οἶδα δὲ εἰ καὶ ἄλλῳ τῳ, καίτοι γε πολλὰς τοῦ οὕτω ὑπειλήφθαι διδοὺς ἀφορμάς. ἀλλὰ χαλεπὰ τὰ καλὰ φασὶν οἱ παροιμιαζόμενοι. τῷ γοῦν φιλανθρώπῳ ἡμῶν βασιλεῖ τέως καὶ ὑπέρτιμοι, καὶ περὶ πλείστου λόγου, ἢ παντός. ἀλλὰ πότε ἐπανήξειας. εἰ μὲν ἑσπέρα ᾖ, γράφω τὸ γράμμα ἡμέρᾳ, ἐστὶ δὲ μάρτιος δεκατός. καὶ τοῦτο μακρὸν ἐμοὶ τὸ διάστημα. εἰ δὲ τὴν αὔριον ἢ τὴν ἐφεξῆς, ἢ τὴν μετ ̓ ἐκείνην, πῶς οἴσω τὴν ἀναβολὴν. εἰ δ ̓ οὐδὲ τὴν κατ ἐθεῖαν [εύθ.] πρὸς ἡμᾶς. ἀλλὰ τὴν ἀπὸ τοῦ στρατοπεδου ἴσως, ἀλγεινὸν καὶ λέγειν καὶ ἐνθυμεῖσθαι. ὥς σε περιχαίνω ἰδεῖν, ἀκοῦσαι λαλοῦντος. καὶ πολλὰ καὶ πολλάκις περιπτύξασθαι. καὶ πᾶσαν ἡμέραν. καὶ ἑβδομάδας πολλὰς. καὶ μῆνας πλείους. καὶ δὲ ὅλων ἐτῶν, ὦ καλλίστη ψυχή, βέλτιον ἦθος, εὐγενέστατε προαίρεσις, τοῦ γένους τὸ καύχημα: Χ. Διὰ πολλοῖ μὲν χρόνου ἐπιστέλλεις ἡμῖν, ὁσιώτατε ἀδελφέ. ἐχρῆν δὲ οὐχ οὕτως φιλίαν ὁμολογήσας εὐδιάθετον καὶ ἀληθινήν. ἀλλ ̓ ἡμεῖς καὶ τὴν ἐκ διαστημάτων ὁμιλίαν σοῦ ἀποχρῶσαν εἰς λόγον φιλίας λογιζόμεθα. εἰ μὲν οὖν βούλει, ἄμειψον τὸν καιρὸν, καὶ χρῶ τῇ ἀρχαίᾳ σου πρὸς ἡμᾶς διαθέσει. εἰδ ̓ οὖν, ἀλλὰ μὴ μητ κύνης τὰ διαστήματα. ἡμεῖς δὲ πολλάκις ἄν σοι ἐπεστελλομεν, εἰ γραμματοφόροις ἐνετυγχάνομεν. καιρὸς δὲ ἡμῖν ὁμιλίας τῆς πρὸς σὲ, ὁπόταν γράμμα δεξώμεθα σὸν. τότε γὰρ ὥσπερ ἐρω τώμενοι ἀποκρινόμεθα. τοιγαροῦν συνεχῶς μὲν ὁμιλοῦντι σοι, συνεχῶς ὁμιλοῦμεν, σιωπῶντι δέ σοι, σιγῶμεν καὶ αὐτοὶ. ἐκ

καὶ

*) Aη Βεστιαρίου, Vestiarii ? V. du Cange gloss. med. Lat. in v. et Gloss. med. Gr. I. p. 195. sq. et cf. Montfauc. in Palaeogr. gr. p. 45. [ In cod. quodam opusculum aliquod appellatur τοῦ Κυρού Βεστάρχου καὶ ὑπάτου τῶν φιλοσόφων του Ψελλοῦ. Ubi haec annotat Allat. 1. 1. p. 24. Hinc Virum Vestarchatus etiam dignitate, unde postea Vestarches nobilissimae familiae nomen irrepsit, insignitum fuisse colligimus." "Friedem.]

"

« PreviousContinue »