Page images
PDF
EPUB

εὐμενέοντα θεῶν νόον ὡς ἔχοι αἰὲν ἔπειτα· 165 τόσσον θειοφιλέστερος ἄλλων εν ἀνάκτων

>

αἰδοῖος Πρίαμος, τότε δ ̓ ἐς τέλος ἧκτο ἅπαντα, ὡς ἐφ ̓ ἑνὸς κακότητι καὶ ἄλλοις ήλυθε πῆμα. ἀλλὰ τὰ γ' αὖθις ἔμελλε τελευτήσεσθαι ανάγκη. τὸν δ ̓ ὅτε δὴ θεὸς ὤρσεν, ἀνήγετο· πολλὰ δ ̓ ἔπειτα 170 μερμήριζ. Ελένης περιφήμου εἶδος ἀκούων ἔξοχον ἠδὲ κλέος, τό περ ἄλλῳ οὗ ποτ ̓ ἐτύχθη. πολλάκις ὑπνώττοντι παρέστη δι' Αφροδίτη εἰκόν ἔχουσ ̓ Ελένης παρεούσης ήΰτε κείνης. τὸν δ ̓ ἕως μὲν θέλγεσκεν ὀνείρασιν, ἀλλὰ ἑ μορφή 175 αὖθις ἐγειρόμενον διεφύγγανεν ἀμβρότου ώρης, οἷος δ' ούποτ' την αὐτῆς ἐπίνοιαν ὑποσχεῖν. ἤδη καὶ τὸν Ερωτα καλεσσαμένη πάρος ήλθεν, ὁππότ' Αλέξανδρον μελιηδὴς ἔσχετο ὕπνος καὶ ῥ ̓ εἶδός μιν ἔχεν ῥοδοειδέος ἄντα ἰδόντι 180 νύμφης· τὸν δ ̓ ἐκέλευε παριστάμενον τάδε εἰπεῖν· Πρόφρον, υἱὲ Πριάμοιο, παρ' ἡμετέρης έχε ταύτην μητρὸς ὑποσχεσίησιν αμειβομένης χάριν ἤδη, τήν τε θεῶν κρίνοντι υπέσχετο άμβροτον εἶδος. ὑμῖν δ' ἱμερόεσσαν ἐγὼ χάριν ἀλλήλοισι 185 μητρὸς ἐφημοσύναις ἄμφω ποθέουσι φυλάξω. Ὣς εἰπὼν τῷ μὲν λίπεν ἀμφασίην ἐνὶ θυμῷ, βῆ δ ̓ ἐπὶ χρυσείησιν ἀποπτάμενος πτερύγεσσιν αὐτός, τὴν δὲ πρόσθεν ̓Αλεξάνδροιο λελοίπει ὡς ̔Ελένην δοκέοντος· ὀνείρασιν ἄμβροτον ὦπα. 190 ἀλλ' ὅτε δὲ τοῦ γ ̓ ὕπνος ὑπὸ βλεφάροισιν ἔλυτο, θεσπέσιον θάμβεσκε μετὰ φρεσὶ τοῖον ὄνειρον· τόσσον μὲν περίχυτο θεῶν ἐπιήρατος ομφή. δὴ τότ ̓ ἐπιπλείων Λακεδαίμονος οὔρεα γαίης ἀσπασίως δράασκεν ἀπόπροθι, τοὺς μὲν ἔπειτα 195 οὖρος ἐπειγομένους φέρ ̓ ἐναίσιμος ̔Ελλάδ ̓ ἐς αἶαν. ἡμος δὴ Λακεδαίμονα τηλόθεν εἰς ἐρατεινήν

200

>

ἦσαν, τὸν Μενέλαος ἀγακλυτοῦ υἱὸν ἄνακτος
ξεῖνον Αλέξανδρον ποιήσατο, καί μιν ἐς οἶκον
ήγε φιλοφρονέων, καὶ ἑταίρους, ὅσσοι ἕποντο.

Ένθα παλιντροπέων τί μνήσομαι ἀμφοτέροισι;
δὴ γὰρ ἀείμνηστος περὶ τούτων ΐμνος ὄρωρεν
ἐν προτέροις· τί δ ̓ ἔοικε καὶ ἐς τόδε πάντ ̓ ἀγορεύειν ;
πολλοὶ μὲν κλείουσιν ἀπόπροθι ὡς ἐγένοντο,

ὡς τέλος ἔσχεν ἄληκτον ἐπὶ χθονὶ οἷα τὰ κείνων. 205 εἰ δ ̓ οὖν καὶ νόος ἦεν ἐνὶ στήθεσσιν ἀτειρής ἡμετέροις καὶ γλῶσσ ̓ ἀδάμαστον φθόγγον ἐφεῖσα, οὐδ ̓ ὡς κείνου ἔχοιμεν ἐνισπεῖν κόσμον ἔρωτος. και που τοῖς προτέροισι μεθ ̓ ἡρώεσσιν ἀείρας τόξῳ ὑφ ̓ ἱμερόεντι πολεῖς ἐπέθηκας αέθλους, Miscell. γ. ΙΙ. Ρ. ΙΙΙ. 1823.)

.31

210 οἷς φλογερής φαρέτρης, υπεράρχιε, βάλλες ιστούς ἄλλοις· αὐτὰρ ἐκεῖνος ἀπήρανος ἦεν ἁπάντων, ἔστι δὲ πολλαχόθεν περιώσιον αὐτὸν ἀκούειν ὑμνούντων· ἀλλ ̓ οὗ τις ἐπὶ χθονὶ τοῖον ἐφῆκεν, ὅσσον ὅλαις χαρίτεσσιν ἐπήνθειν ἐσμὸς ̓Ερώτων, 215 ὅσσον σὺν μελέεσσιν ἀείρετο, τοὺς ̓Αφροδίτη ώρσε φίλα φρονέουσα χορὸν περιειλίσσοντας. τὸν καὶ ἀείδοντες ἐκόσμεον εὔφρονι μολπῇ, ἱπτάμενοι καθύπερθεν ἀγαλλομέναις πτερύγεσσι. Σὴν χάριν ὑμνοῦμεν, πολυκοίρανε παῖ Κυθερείης, 220 μητρός θ' ἱμερόεσσαν, ὑπέρκλεες, ή σ' Αφροδίτη γείνατο ἐν πάντεσσιν ἀριστοσύνῃ κομόωντα. σῶν βελέων ἰότητι μαραίνεται η θέοισιν

ἀστεμφὴς τὸ πάροιθεν των νέος, ἀμφιδαμασθείς παρθενικῶν χαρίτεσσι καὶ ἄλλων οἷς πόθον ἦγες. 225 καὶ βέλος ἀθανάτοισιν ἐπεύχεαι οὐχ ὑπαλύξειν, ὁππότε θυμὸς ἄνωγεν ἐφ ̓ ἵμερον ἄμβροτον αὐτῶν τόσσον του περίεστι κλέος πάντεσσιν ἀείδειν.

πρὸς δ ̓ αὖ τοῦτον ἔθηκας ἀείμνηστον περὶ πάντων μητρὸς ἐφημοσύνησιν Αλεξάνδρου νέον ἆθλον, 230 τηλόθεν ̔Ελλάδος ἀμφ' Ελένης γάμον ὅν περ ὑπέστη, Τοῖα περιπτάμενοι τερπνὸν χορὸν ἀμφὶς ̓́Ερωτες ἤειδον πτερύγεσσιν ὑπερθορέοντες ὁμίλου

μολπῇ ύπο γλυκερή. τοὺς δ ̓ ἀμφασίη νόον ἔσχεν ἄλλους· αὐτὰρ Αλεξάνδρου περὶ θυμὸν ἔθελγον 235 πάντα νοοφρονέοντος, καὶ ἐπέφραστα ἕκαστα. τῷ δ', εἕως Μενέλαος την μεταδήμιος αὖθι, οὔτις ἐφαίνετο μήτις ἐνὶ φρεσὶν ἱεμένῳ περ, ὡς Ελένης εὐμήχανον ἀμφικλυτῆς δόλον εύροι· ἀλλ ̓ ὅτ' ἐκεῖνον άφυκτος ἀποπλάζουσα μετῆλθεν 240 αἶσα Κρήτηνδε σε λεσθαι, αὖθι λιπόντα

245

[ocr errors]

κεῖνον ἐοῖσι δόμοισιν ἐφέστιον ἀμφὶ γυναικί,
οὔ τιν οιόμενον τεῖξαι δόλον ὡς ἀπεοντος,
δὴ τότε τήν γ ̓ ἐπέεσσι παρέτρεπε τοῖο νότιο
οὐδὲ μὲν οὐκ ἐθέλουσαν ̓Αλέξανδρός περ ἀκούειν.

Κλύθι, Διὸς μεγάλοιο πανευκλεες ἄμβροτον ἔρνος·
πρῶτον δ ̓ οὐκ ἀέκητι θεῶν πλέον ἄμμι γενέσθαι
Τροίης στελλομένοις αὐτοσχεδόν, αλλ' Αφροδίτη
σε κλέος ὑμνείουσα πανέξοχον εἶδος ἔφασκε

καὶ φρένας ἔμμεν ἀμύμονας, οἷα πάρεστιν ὁρᾶσθαι, 250 ὡς πρέπει ἀθανάτοισιν ἀληθέα πάντ' αγορεύειν. καὶ δ ̓ ἡμᾶς χάριν εὐμενεούσης στεῦτο ἐπαυρεῖν σεῖο, Διὸς θύγατερ, κλέος άφθιτον ἀντιβολοῦντας, ὁππότε τὴν ἔκρινα θεῶν περὶ κάλλεος ἄλλων

[ocr errors]

ἐξ ἔριδος προφέρουσαν Αθηναίης τε καὶ Ηρης. 255 τὴν δή μοι νῦν Αφροδίτη χάριν ὡς ὄφελον με μή ποτε τήν γε κρίσιν ἐπήρατον αὖθι τελευσαι !)

ἦλθεν ἀμειβομένη καί μοι φίλον υἱὸν ἐπῶ σεν ἀμφὶ τεαῖς χαρίτεσσι δαμάσσαι, πότνια νύμφη. *σκε παρατροπέων, τῆς δ ̓ ἐξ ἔρος ἔσχετο θυμόν. -260 αὐτὴ γὰρ τάδε πάντα συνήρατο δι ̓ Αφροδίτη. τὸν δ' ̔Ελένη τοίοις ημείβετο διογένεια·

Ξεῖνε, τεοῖς ἔπεσιν θυμὸν κατὰ πάντα μαλάξαις, ὃς τ ̓ ἄρ ̓ ἔμιμνεν ἄτρεπτος ἐπὶ φρεσίν. οἶδα καὶ αὐτή ὅττι θεῶν τόδ ̓ ἕκητι μετήλθετε. τίς δ' απάνευθε 265 τόσσον ἐκείνων ἔσχεθ ̓ ὑπὸ πλέον ἆθλον ἀεῖραι; αλλά μοι ἀμφοτέρωθι δαΐζεται ἔνδοθι θυμός ἐκπρολιπεῖν πατρίδος πολυήρατον οὔνομα γαίης ἡλικίης τ' απάνευθε χορὸν περὶ πάντα ποθούσῃ, τσι τραφεῖσα λάχον Μενελάου ἔμμεν ἄκοιτις, 270 ως τό γε μοι ἀπέοικε παλίντροπον αἶαν ἐς ἄλλην πλεῦσαι ἐλεγχομένην, μετὰ πᾶσιν μώμον ἔχουσαν. ἀλλά μοι ὡς τὸ πάροιθε βέλος περὶ θυμὸν ̓́Ερωτος ἔμπεσεν ἄργαλέοιο καταπτάμενον τόξοιο

ἀμφὶ σέθεν χαρίτων, τετλήσομαι αχθομένη περ, 275 οὐδέ με πάτρῃ ἔοικεν ἐπίψογον αὖθι γενέσθαι.

Ως φάτο, μέλλε δ ̓ ἔπειτα καὶ ἔμπεδα πάντα φυλάσσειν· ἀλλὰ μιν ἐλπὶς ἔρωτος ὑποκλονέεσκεν άκουσαν.

[ocr errors]

καὶ μὲν Αλεξάνδροιο πυριφλεγές ήπτετο μᾶλλον τόξον ἔτ ̓ ἢ προπάροιθεν, ὅτε πλέον ἵκετο πείρας, 280 τὴν ̔Ελένης ὑπ ̓ ἔρωτος ἐπειγόμενος παρέτευχεν. ἐκ δ ̓ αὖ μιν προσέειπε καθαπτόμενος τοίοισιν· Η μάλα Κυπρογένεια μετὰ φρεσὶ μερμήριξε δεῖξαι ἐπιχθονίοις θειαυγέος είδεος ώρην, τὴν λάχεν ἀθανάτων περιέμμεναι ἀγλαϊων 285 οἱ αὐτὴ φράζεσκεν· ἄγημα δ' ἔχε κλύοντας. ὡς ἡδ ̓ οὐρανίοισι θεοπρεπὲς ἔπλετο θάμβος ἀφθίτοις σελαγοῦσα διαμπερὲς ἀκτίνεσσιν, ὡς τάχα καὶ μερόπεσσιν ἀνεικάστου φάος ώρης λάμψε τεῆς, ἐρόεσσα δι στεφὲς ἄμβροτε νύμφη. 290 Και σε Διὸς μὲν ἔπειτα μεγασθενέος τεθαλυίων ἀθανάτου γενεῆς ἐφράζετο σύμβολα φαίνειν.

ὡς δὴ τὴν ἄρ ̓ ἔτικτεν Ολύμπιος ἐν μακάρεσσιν τερπνοτάτης φιλότητος ἀκήρατα δεσμὰ λαχοῦσαν τεύχειν, οἷς τ' ἀλύτοις καταθέλγεται ὃν κι δαμάσσαι, 295 ὡς δ ̓ αὖ σέ, βασίλεια, μετὰ θνητοῖς ἐπέτρεψε κείνη χρυσοκόμοισιν ἀγαλλομένην χαρίτεσσιν. ἐκπροκριδόν· διὰ δὲ κλέος ἔκθαλεν ἀμφοτέραισιν τὴν μὲν γὰρ κλείουσι μετ ̓ ἀθανάτοισιν ἀρίστην ἔμμεναι, ὡς ἐπέοικεν ἐρωτόκομον Κυθέρειαν, 300 θνητοῖς ἠδὲ θεοῖσιν· ἐπήρατα μήδε ἔχουσαν· αὐτὰρ θεῖον ἔπειτα σέθεν κλέος αἵμεται αὖθι, ὄφρα καὶ ἐν μερόπεσσι θεήρατον ἦσιν ἄγαλμα · αἱὲν ἐπεσσομένοισι περιστεφὲς ἀμβρότου ώρης.

305

· Τοῖσιν θελγομένην γε μετελθών αὖθις ἔρωτι
ἐς πόθον ἦγεν ἐπίρροον· αὐτὰς ὑποσχεσίησιν
Κύπρις ἑῆς χάριτος πέρας αὐτοῖς ἤγαγε τοῖον.

Τρωσὶ δ' Αθηναίη παρετήτυμος ἄγγελος ἦλθεν. "Ηρη γὰρ προέηκεν ἀπ ̓ οὐρανοῦ ὡς ἐνέπουσα·

Καὶ δ' αὖ, Τριτογένεια, μεθήσομεν ὅσσα παθοῦσαι 310 ἆθλον ̓Αλεξάνδροιο ἀπείριτον ἐκτελέεσθαι.

δὴ γὰρ τὴν οἱ ὑπέσχετ ̓ ὀφειλομένην χάριν ἤδη, Κύπρις νῦν ἐφύλαξεν ἐπιφραδέως τελέουσα. ἀλλ ̓ ὅππως ὅδ ̓ ἔχῃσιν ἐπάξια τῆςδε ἀμοιβῆς αὐτὴ δ ̓ ἐν Τροίῃ κατακόσμε λαὸν ἅπαντα 315 ὅππως εὐμενέοντες ἑὸν κακὸν ἀμφιδέχωνται Τρώες, Αλεξάνδροιο ατασθαλίην τίοντες μηδὲ τὸν αἱρόμενοι νεμεσᾶσθαι αἴσιμα ὁρῶσιν αὐτὴν αἰνείοντες ̓Αλεξάνδρου κακότητα.

Τοῖα παραιφαμένη κούρην Διὸς ὦρσεν ἑκοῦσαν 320 "Ηρη χρυσοπέδιλος, ἀπαγγελέουσαν ̓Αθήνην. ἡ δὲ νεήλυδος ἀλλοδαποῦ σχεδὸν εἶδος ἔχουσα τοίοις λαὸν ἀνῆκεν ὑπεκπροθέειν ἐπέεσσιν·

Έρχεσθε, Τρώων κλυτὸν γένος, ὄφρα ἴδωμεν οἷον Αλέξανδρος πλόον ἤνυσεν ἔκτοθι Τροίης 325 δὴν ἀπεών, βασίλῆος εὺς παῖς, ἠδὲ καὶ αὐτήν διογενῆ βασίλειαν, Αλεξάνδροιο ἄκοιτιν,

335

τῆς ἀπὸ καὶ χαρίτων ἐπιδέδρομεν ἄμβροτος αἴγλη· τόσσον μίν δ ̓ ἐνόησα εὐεδρος ἔνδοθι νηός λαμπομένην ἀκτῖσι διαμπερὲς ὡςτε σελήνην. 330 Εὔχετο δ' ἐκγεγάμεν Ζηνὸς γένος ὑψιμέδοντος. τῇ δ ̓ ἅμα καί οἱ δύο περισθενέας τέκεν υἱούς· τὸν μὲν ἀεθλοφόρον Πολυδευκέα κληΐζουσι Κάστορά τ ̓ ἐκπρεπέεσσι κεκασμένον ἱπποσύνησιν ἀλλ ̓ ἄγε τῶν ῥ ̓ ἐπίωμεν ὑπαντιάσασθαι οπωπῆς. Ως φαμένης προχέοντο κατὰ πτόλιν ἔκτεθι Τρώες δὴ γὰρ καὶ νήεσσιν ἐπισχεδὸν ἦσαν ἰόντες. καὶ τότε δὴ Πρίαμος θεοειδής υἷα παρόντα τηλόθεν ἐλδόμενος γηθέσκετο πᾶσι θ ̓ ἁμαρτῇ ἀσπάσιος γένετο Τρωσιν νέον ἄλλοθεν ἐλθών 340 διογενούς Πριάμοιο φίλος παῖς οἱ θ ̓ ἅμ ̓ ἔποντο. θάμβεσκον δ' ̔Ελένην ἀμφισταδόν εἰςορόωντες ἑσπομένην ἀπάνευθεν ̓Αλεξάνδροιο ἄκοιτιν τῆς ὅσσον μὲν ἔην ἐπίμερον ὅσσον ἐφικτόν θέλγεν ὑπαντιόωντα, καὶ εἰ μάλ ̓ ἀπότροπος δεν 345 ὅσσον δ' αὐγὰς ἔλλε περιστεφὲς ἄμβροτον αἴγλην οὐκέτ' ἐπιχθονίησιν ἐπήρανον εἶχε σὺν ἄλλαις ἀλλ ̓ ἄρα τὴν ἀπάνευθε τίθει περικάλλει θνητῶν ἡ δ ̓ ἐπεὶ οὖν ἵκανε τηλεκλυτα δώματ' ανάκτων ἀμφί μιν ἠγερέθοντο περισταδὸν ἐξερέοντες

350 αὐτὴν καὶ γένος ὄνδε πόθος δ' ἄρα εἶχεν ἕκαστον ἴδμεναι ὡς ἐτέτυκτο διακριδόν οἷα τὰ κείνης

τὴν δ ̓ Εκάβη προπάροιθεν ἐϋφρονέουσ ̓ ἀγόρευεν· Εἰρομένῃ μοι πάντα περιφραδέως κατάλεξον, ὁππόθεν ἑσπομένην λάχε θηλυτέραισι πρέπουσαν 355 νύμφην ἀθανάταις σε αλίγκιον εἶδος ἔχουσαν υἱὸς ἐμὸς μετὰ πᾶσι κεκασμένος ἠθέοισι.

Τὴν δ' Ελένη μετέειπεν ἀγαζομένη βασίλειαν· δι' Εκάβη, Πριάμου κλεινὴ δάμαρ, ἂν τε θεὸν ὡς δῆμος ἅπας τίουσι κρατιστεύοντα θέμιστας, 360 ὑμῖν μὲν παρέχοιεν Ολύμπιοι ὄλβια πάντα, ὅσσοι ναιετάοιτε θεόδμητον πόλιν ἀμφίς.

ὡς δέ σε θυμὸς ἄνωγεν ἐμὸν γένος ἐξερεείνειν, αὐτίκα νῦν τάδε πάντα δαήσεαι ὡς ἐπέοικε Θέστιος ὃς Λακόνεσσιν ἀπόπροθι ἐμβασίλευε 365 γείνατο ἐκ Δαναοῖο θυγατρὸς κάλλει πρώτας Λήδαν καὶ Κλυτίην τε Μελίππην θ ̓ ἡμερόεσσαν ὃν Δαναὸν πρόγονον πατρὸς σέθεν ἴσμεν όντα. τοῦ γὰρ Αγήνωρ δεν αδελφεός, ὃς σέο πατρός ἔσκε πατήρ· ἀπάνευθε δὲ εἴσεαι τῶν πέρι αὐτή. 370 Λήδαν Τυνδάρεος περικαλλέα θῆκεν ἄκοιτιν·

375,

Λήδη δ ̓ αὖτ ̓ ἐμὲ τίκτε πάτρης ἐπὶ τηλόθ ̓ ἐούσης·
ὡς ἐγὼ ἐκ γένεος σέθεν οὐκ ἀλλότριός είμι,
οὐδ ̓ αὐτοῦ Πρίαμοιο, ἐπεὶ καὶ Δάρδανος δεν
ἔκγονος ἐκ Δαναοῖο θυγατρῶν αἷμα λελογχώς.
Ταῦθ' Ελένης ἀΐοντες ἐθάμβεον ὡς σφιν ἔνισπεν
ἐκ γένεος σφετέρου γεγαυῖαν Αλεξάνδροιο
̔Ελλάδος ἐρχομένην ἀποτελοῦ σπέσθαι ἄκοιτιν
καὶ μιν ἔπειτα στέργον ὅτ' ἔμπεδα πᾶσιν ἔειπε.

μη

Νῦν δ ̓ αὖθ ̓ ἡνιοχευε καὶ ἀγλαὸ τέρματα, Μοῦσα, 380 ἀρχόμεθ ̓· οὐδὲν γὰρ σέθεν ἄρτιον ἔπλετο χωρίς οὐ μέγα οὐδέ τ' ἔλασσον, ὃ μὴ κλέος ἤραρες αυτή καὶ τίς δ ̓ αὖ Μενέλαον ἔχεν νόος, ὡς μάθε τοῖα ἔδειν ἀφραδίησιν ἐὴν ἄλοχον πάλιν ἐλθών; παντόσ' αμηχανίησι φορεύμενος άλγεα θυμώ 385 πυκνά περιστροφέων ἄχθος νέον αἰὲν ἄειμεν· πολλὰ δὲ κεκλόμενος Δι ̓ ἐπόψιον ἥντιν ̓ ἀμοιβήν ἔσχεν ἐυξενίησιν ὑπαντιόωντα μετελθών

ἔνθα καὶ ἄλγεσι θυμὸν ἐρεχθόμενος παρέλυσεν
ὕβριος ἐξ ὀλοῆς ὑπ ̓ Αλεξάνδρου βασιλῆος,
390 εἰ μὴ συνθεσίαις ἡρώων αὖθις άνθη

θυμὸς ἐνὶ στήθεσσιν, ὅτ' ἔμπεδον ὅρκον ὄμοσσαν
μνωσμένῳ, ότε μιν πειρήσεται ἄλλος ἀπαυρεῖν
ἔλπετο δ ̓ οὐ τόσον ἀμφ' ̔Ελένη πάλιν εὐφρανέεσθαι
καὶ τήνδ' εἰ κομέοιτο παλίντροπον, ὡς θέλεν αὐτός

395 ὅσσον αλήτην τῖσαι ὑπέρβιον οἷαν έρεξε.

τὸν δὲ παρηγορέεσκεν ἀδελφὸς αίψ' Αγαμέμνων·

« PreviousContinue »