Page images
PDF
EPUB

ΔΙ.

ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδ ̓ ὅτι

χρήστ ̓ ἐδίδαξε,

τάξεις, ἀρετὰς, ὁπλίσεις ἀνδρῶν;

1035

καὶ μὴν οὐ Παντακλέα γε ἐδίδαξεν ὅμως τὸν σκαιότατον πρώην γοῦν, ἡνίκ

ἔπεμπεν,

τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλ ̓ ἐπιδήσειν.

ΑΙΣ. ἀλλ ̓ ἄλλους τοι πολλοὺς ἀγαθοὺς, ὧν ἦν καὶ Λάμαχος ἥρως

ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποί

ησεν,

1040

Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵν ̓ ἐπαίροιμ' ἄνδρα πολίτην

ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπίταν σάλπιγγος ἀκούσῃ.

ἀλλ ̓ οὐ μὰ Δι ̓ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας,

οὐδ ̓ οἶδ ̓ οὐδεὶς ἥντιν ̓ ἐρῶσαν πώποτ' ἐποίησα γυναῖκα. ΕΥ. μὰ Δί', οὐδὲ γὰρ ἦν τῆς ̓Αφροδίτης οὐδέν σοι.

ΑΙΣ.

1045

μηδέ γ' ἐπείη. ἀλλ ̓ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ επικαθῆτο,

[blocks in formation]

ΕΥ. καὶ τί βλάπτουσ ̓, ὦ σχέτλι ̓ ἀνδρῶν, τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;

ΑΙΣ. ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέ

πείσας

1050

κώνεια πιεῖν, αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλε

ροφόντας.

ΕΥ. πότερον δ ̓ οὐκ ὄντα λίγον τοῦτον περὶ τῆς Φαίδρας

ξυνέθηκα;

ΑΙΣ. μὰ Δί', ἀλλ ̓ ὄντ ̓ ἀλλ ̓ ἀποκρύπτειν χρὴ τὸ πονηρὶν τόν γε ποιητὴν,

ΕΥ.

ΑΙΣ.

ΕΥ.

καὶ μὴ παράγειν μηδὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισιν

ἔστι διδάσκαλος ὅστις φράζει, τοῖς ἡβῶσιν δὲ

ποιηταί.

πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.

1055

ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς

καὶ Παρνήθων ἡμῖν μεγέθη, τοῦτ ̓ ἐστὶ τὸ χρηστὰ

διδάσκειν,

ὃν χρὴ φράζειν ἀνθρωπείως ;

ἀλλ ̓, ὦ κακόδαιμον, ἀνάγκη μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα

τίκτειν.

κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι

1060

καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνο

τέροισιν.

ὁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.

τί δράσας ; ΑΙΣ. πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκι ̓ ἀμπισχὼν, ἵν ̓

[blocks in formation]

ἀλλὰ ῥακίοις περιειλλόμενος κλάει καὶ φησὶ πένεσθαι.

ΔΙ. νὴ τὴν Δήμητρα, χιτῶνά γ ̓ ἔχων ούλων ἐρίων ὑπένερθεν.

κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθὺς ἀνέκυψεν.

ΑΙΣ. εἶτ ̓ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδί

δαξας,

ἣ ξεκένωσεν τάς τε παλαίστρας καὶ τοὺς παράλους

ἀνέπεισεν

1070

ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γ, ἡνίκ ἐγὼ 'ζων,

οὐκ ἠπίσταντ ̓ ἀλλ ̓ ἢ μᾶζαν καλέσαι καὶ ῥυππαπαῖ

εἰπεῖν.

ΔΙ. νῦν δ ̓ ἀντιλέγειν κοὐκέτ ̓ ἐλαύνειν,

καὶ πλεῖν δευρί καὖθις ἐκεῖσε.

ΑΙΣ. ποίων δὲ κακῶν οὐκ αἴτιος ἐστ';

οὐ προαγωγοὺς κατέδειξ ̓ οὗτος,

καὶ τικτούσας ἐν τοῖς ἱεροῖς,
καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
κατ ̓ ἐκ τούτων ἡ πόλις ἡμῶν
ὑπογραμματέων ἀνεμεστώθη
καὶ βωμολόχων δημοπιθήκων
ἐξαπατώντων τὸν δῆμον αεί·
λαμπάδα δ' οὐδεὶς οἷός τε φέρειν
ὑπ' ἀγυμνασίας ἔτι νυνί.

ΔΙ. μὰ Δί ̓ οὐ δῆθ ̓, ὥστ ̓ ἐπαφαυάνθην
Παναθηναίοισι γελῶν, ὅτε δὴ

βραδὺς ἄνθρωπός τις ἔθει κύψας
λευκὸς, πίων, ὑπολειπόμενος,
καὶ δεινὰ ποιῶν· καθ ̓ οἱ Κεραμῆς

1076

1080

1095

1090

ἐν ταῖσι πύλαις παίουσ ̓ αὐτοῦ
γαστέρα, πλευρὰς, λαγόνας, πυγήν

ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις

φυσῶν τὴν λαμπάδ' ἔφευγε.

1095

ΧΟ. μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἀδρὸς ὁ πόλεμος

ἔρχεται.

χαλεπὸν οὖν ἔργον διαιρεῖν,

ὅταν ὁ μὲν τείνῃ βιαίως,

στρ.

1100

ὁ δ ̓ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
ἀλλὰ μὴ ἐν ταὐτῷ καθῆσθον

εἰσβολαὶ γάρ εἰσι πολλαὶ χατεραι σοφισμάτων.
ὅ τι περ οὖν ἔχετον ἐρίζειν,
λέγετον, ἔπιτον, ἀναδέρεσθον,

τά τε παλαιὰ καὶ τὰ καινὰ,

κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὶν λέγειν.

1105

εἰ δὲ τοῦτο καταφοβεῖσθον, μὴ τις ἀμαθία προσῇ ἀντ. τοῖς θεωμένοισιν, ὡς τὰ

λεπτὰ μὴ γνῶναι λεγόντοιν,

1110

μηδὲν ὀρρωδεῖτε τοῦθ ̓· ὡς οὐκ ἔθ ̓ οὕτω ταῦτ ̓ ἔχει. ἐστρατευμένοι γάρ εἰσι,

βιβλίον τ ̓ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά·

αἱ φύσεις τ ̓ ἄλλως κράτισται,

νῦν δὲ καὶ παρηκόνηνται.

μηδὲν οὖν δείσητον, ἀλλὰ

1115

πάντ ̓ ἐπέξιτον, θεατῶν γ' οἵνεχ', ὡς ὄντων σοφῶν. ΕΥ. καὶ μὴν ἐπ ̓ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι, ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος

πρώτιστον αὐτοῦ βασανιῷ τοῦ δεξιοῦ.

ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.

ΔΙ. καὶ ποῖον αὐτοῦ βασανιεῖς;

ΕΥ.

πολλοὺς πάνυ.

1120

πρῶτον δέ μοι τὸν ἐξ Ορεστείας λέγε. ΔΙ. ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγ', Αἰσχύλε ΑΙΣ. Ἑρμῆ χθόνιε, πατρῷ ἐποπτεύων κράτη, σωτὴρ γενοῦ μοι σύμμαχός τ' αἰτουμένῳ. ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.

1125

ΔΙ. τούτων ἔχεις ψέγειν τι; ΕΥ. πλεῖν ἢ δώδεκα. ΔΙ. ἀλλ ̓ οὐδὲ πάντα ταῦτά γ ̓ ἔστ ̓ ἀλλ ̓ ἢ τρία. 1130 ΕΥ. ἔχει δ ̓ ἕκαστον εἴκοσίν γ ̓ ἁμαρτίας.

ΔΙ. Αἰσχύλε, παραινῶ σοι σιωπᾶν· εἰ δὲ μὴ,

πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.
ΑΙΣ. ἐγὼ σιωπῶ τῷδ ̓; ΔΙ. ἐὰν πείθῃ γ ̓ ἐμοί.
ΑΙΣ. ὁρᾷς ὅτι ληρεῖς ; ΔΙ. ἀλλ ̓ ὀλίγον γέ μοι μέλει. 1135
ΕΥ. εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γ ̓ ὅσον.

ΑΙΣ. πῶς φῄς μ' ἁμαρτεῖν; ΕΥ. αὖθις ἐξ ἀρχῆς λέγε.
ΑΙΣ. ̔Ερμή χθόνιε, πατρῷ ἐποπτεύων κράτη.
ΕΥ. οὔκουν Ορέστης τοῦτ ̓ ἐπὶ τῷ τύμβῳ λέγει
τῷ τοῦ πατρὸς τεθνεῶτος;

ΑΙΣ.
οὐκ ἄλλως λέγω.
ΕΥ. πότερ ̓ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο
αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς

δόλοις λαθραίοις, ταῦτ ̓ ἐποπτεύειν ἔφη;
ΔΙ. οὐ δῆτ ̓ ἐκεῖνον, ἀλλὰ τὸν Εριούνιον
Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων
ἱτιὴ πατρῷον τοῦτο κέκτηται γέρας.
ΕΥ. ἔτι μεῖζον ἐξήμαρτες ἢ 'γω βουλόμην

εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας,
ΔΙ. οὕτω γ ̓ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.
ΑΙΣ. Διόνυσε, πίνεις οἶνον οὐκ ἀνθοσμίαν.
ΔΙ. λέγ ̓ ἕτερον αὐτῷ· σὺ δ ̓ ἐπιτήρει τὸ βλάβος.
ΑΙΣ. σωτὴρ γενοῦ μοι σύμμαχός τ ̓ αἰτουμένῳ.

ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.

1140

1145

1150

« PreviousContinue »