Page images
PDF
EPUB

ΞΑ.

τοῦτον δὲ δοῦλον. ΑΙΑ. ταῦτ ̓ ἀκούεις ;

καὶ πολύ γε μᾶλλον ἐστι μαστιγωτέος εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται. ΔΙ. τί δῆτ', ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεὸς,

φήμ ̓ ἐγώ.

οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί; ΞΑ. δίκαιος ὁ λόγος· χωπότερον ἂν νῶν ἴδῃς κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν. ΑΙΑ. οὐκ ἔσθ ̓ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ' χωρεῖς γὰρ εἰς τὸ δίκαιον. ἀποδύεσθε δή. ΞΑ. πῶς οὖν βασανιεῖς νώ δικαίως;

ΑΙΑ.

ΞΑ.

πληγὴν παρὰ πληγὴν ἑκάτερον.

ῥᾳδίως·

καλῶς λέγεις.

ἰδού, σκόπει νυν ἢν μ' ὑποκινήσαντ ̓ ἴδῃς.

ΑΙΑ. ἤδη 'πάταξά σ'.

ΞΑ

635

640

645

οὐ μὰ Δί', οὐκ ἐμοὶ δοκεῖς. ΑΙΑ. ἀλλ ̓ εἶμ ̓ ἐπὶ τονδὶ καὶ πατάξω. ΔΙ. πηνίκα ; ΑΙΑ. καὶ δὴ 'πάταξα. ΔΙ. κατα πῶς οὐκ ἔπταρον ; ΑΙΑ. οὐκ οἶδα τουδὶ δ ̓ αὖθις ἀποπειράσομαι.

ΞΑ. οὔκουν ἀνύσεις; ἱατταται.

ΑΙΑ.

ΞΑ.

μῶν ὠδυνήθης;

τί τατταται;

650

οὐ μὰ Δί', ἀλλ ̓ ἐφρόντισα ὁπόθ' Ηράκλεια τὰν Διομείοις γίγνεται. ΑΙΑ. ἄνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον. ΔΙ. ιού ιού. ΑΙΑ. τί ἔστιν; ΔΙ. ἱππέας ὁρῶ. ΑΙΑ. τί δῆτα κλάεις ; ΔΙ. κρομμύων ὀσφραίνομαι. ΑΙΑ. ἐπεὶ προτιμᾷς γ ̓ οὐδέν. ΔΙ. οὐδέν μοι μέλει. 635 ΑΙΑ. βαδιστέον τἄρ ̓ ἐστὶν ἐπὶ τονδὶ πάλιν.

ΞΑ. οἴμοι. ΑΙΑ. τί ἔστι; ΞΑ. τὴν ἄκανθαν ἔξελε. ΑΙΑ. τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον. ΔΙ. "Απολλον, ὅς που Δῆλον ἢ Πύθων ̓ ἔχεις.

ΞΑ. ἔλγησεν· οὐκ ἤκουσας;

ΔΙ.

οὐκ ἔγωγ', ἐπεὶ
ἴαμβον Ιππώνακτος ἀνεμιμνησκόμην.

ΞΑ. οὐδὲν ποιεῖς γὰρ, ἀλλὰ τὰς λαγόνας σπόδει.
ΑΙΑ. μὰ τὸν Δί', ἀλλ ̓ ἤδη πάρεχε τὴν γαστέρα.
ΔΙ. Πόσειδον. ΞΑ. ήλγησέν τις.

ΔΙ. ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις

ἁλὸς ἐν βένθεσιν.

ΑΙΑ. οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλ ̓ εἴσιτον

ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται χὴ Φερσέφατθ', ἅτ ̓ ὄντε κἀκείνω θεώ. ΔΙ. ὀρθῶς λέγεις· ἐβουλόμην δ ̓ ἂν τοῦτό σε

660

665

670

πρότερον ποιῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν. ΧΟ. Μοῦσα χορῶν ἱερῶν ἐπίβηθι καὶ ἔλθ ̓ ἐπὶ τέρψιν

[blocks in formation]

ῥύζει δ ̓ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται, κἂν ἴσαι γένωνται.

695

τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει ξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖ ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα.

κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν, ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε 690 αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας.

εἶτ ̓ ἄτιμόν φημι χρῆναι μηδέν εἶν' ἐν τῇ πόλει. καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν

καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας. κοὐδὲ ταῦτ ̓ ἔγωγ ̓ ἔχοιμ ̓ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν,

695

ἀλλ ̓ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντ ̓ ἐδράσατε. πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθ ̓ ὑμῶν πολλὰ δὴ χοι πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει, τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αὐτουμένοις. ἀλλὰ τῆς ὀργῆς ἀνέντες, ὦ σοφώτατοι φύσει, 700 πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα καπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ. εἰ δὲ τοῦτ ̓ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα τὴν πόλιν, καὶ ταῦτ ̓ ἔχοντες κυμάτων ἐν ἀγκάλαις, ὑστέρῳ χρόνῳ ποτ ̓ αὖθις εὖ φρονεῖν οὐ δόξομεν. εἰ δ ̓ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ανέρος ἢ τρόπον ὅστις ἔτ ̓ οἰμώξεται,

703

ἀντ.

οὐ πολὺν οὐδ ̓ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν, Κλειγένης ὁ μικρὸς,

ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκη

σιτέφρου

ψευδολίτρου κονίας

καὶ Κιμωλίας γῆς,

χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδ ̓ οὐκ

710

εἰρηνικὸς ἔσθ', ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄ- τις νευ ξύλου βαδίζων.

πολλάκις γ' ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι

ταυτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς,
ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον. 720
οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις,
ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων,
καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις
ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ,
χρώμεθ ̓ οὐδὲν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλ-
κίοις,

725

χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι τῶν πολιτῶν θ ̓ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώ

φρονας

ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς, καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,

προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις

730

καὶ πονηροῖς κακ πονηρῶν εἰς ἅπαντα χρώμεθα ὑστάτοις ἀφιγμένοισιν, οἶσιν ἡ πόλις πρὸ τοῦ οὐδὲ φαρμακοῖσιν εἰκὴ ῥᾳδίως ἐχρήσατ ̓ ἄν. ἀλλὰ καὶ νῦν, ὦνόητοι, μεταβαλόντες τοὺς τρόπους, χρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρ εὔλογον· κἄν τι σφαλῆτ ̓, ἐξ ἀξίου γοῦν τοῦ ξύλου, ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε. ΑΙΑ. νὴ τὸν Δία τὸν σωτῆρα, γεννάδας ἀνὴρ ὁ δεσπότης σου.

ΞΑ.

πῶς γὰρ οὐχὶ γεννάδας; ΑΙΑ. τὸ δὲ μὴ πατάξαι σ ̓ ἐξελεγχθέντ ̓ ἄντικρυς, ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.

ΞΑ. ὤμωξε μένταν.

ΑΙΑ.

τοῦτο μέντοι δουλικὸν

εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.

738

ΞΑ. χαίρεις, ἱκετεύω ;

ΑΙΑ.

μἀλλ ̓ ἐποπτεύειν δοκώ, ὅταν καταράσωμαι λάθρα τῷ δεσπότῃ.

ΞΑ. τί δὲ τονθορύζων, ἡνίκ ̓ ἂν πληγὰς λαβὼν πολλὰς ἀπίῃς θύραζε; ΑΙΑ. καὶ τόθ' ἥδομαι. ΞΑ. τί δὲ πολλὰ πράττων;

745

ΑΙΑ. ὡς μὰ Δί' οὐδὲν οἶδ ̓ ἐγώ. ΞΑ. ὑμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτών

750

ἅττ ̓ ἂν λαλῶσι; ΑΙΑ. μἀλλὰ πλεῖν ἢ μαίνομαι.

ΞΑ. ὦ Φοῖβ' "Απολλον, ἔμβαλέ μοι τὴν δεξιὰν,
καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον,
πρὸς Διὸς, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας
τίς οὗτος οὕνδον ἐστὶ θόρυβος χὴ βοὴ

χω λοιδορησμός; ΑΙΑ. Αἰσχύλου κεὐριπίδου.

ΞΑ. 2.

ΑΙΑ.

πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ. ΞΑ. ἐκ τοῦ;

ΑΙΑ.

νόμος τις ἐνθάδ ̓ ἐστὶ κείμενος ἀπὸ τῶν τεχνῶν, ὅσαι μεγάλαι καὶ δεξιαὶ, τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν, θρόνον τε τοῦ Πλούτωνος ἑξῆς, ΞΑ. μανθάνω. ΑΙΑ. ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος

ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει. ΞΑ. τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον; ΑΙΑ. ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,

755

760

765

ὡς ὢν κράτιστος τὴν τέχνην. ΞΑ. νυνὶ δὲ τίς; 770 ΑΙΑ. ὅτε δὲ κατῆλθ ̓ Εὐριπίδης, ἐπεδείκνυτο τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,

« PreviousContinue »