Page images
PDF
EPUB

ἐγὼ δ ̓ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει. ΞΑ. φέρε δὴ ταχέως αὔτ ̓ οὐ γὰρ ἀλλὰ πειστέον καὶ βλέψον εἰς τὸν Ηρακλειοξανθίαν,

εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμ ̓ ἔχων. ΔΙ. μά Δί ̓ ἀλλ ̓ ἀληθῶς οὐκ Μελίτης μαστιγίας. φέρε νυν, ἐγὼ τὰ στρώματ ̓ αἴρωμαι ταδί. ΘΕ. ὦ φίλταθ' ἥκεις Ηράκλεις; δεῦρ ̓ εἴσιθι. ἡ γὰρ θεός σ ̓ ὡς ἐπύθεθ ̓ ἥκοντ', εὐθέως ἔπεττεν ἄρτους, ἦψε κατερικτών χύτρας ἔτνους δύ ̓ ἡ τρεῖς, βοῦν ἀπηνθράκιζ ̓ ὅλον, • πλακοῦντας ὤπτα, κολλάβους. ἀλλ ̓ εἴσιθι. ΞΑ. κάλλιστ', ἐπαινώ.

ΘΕ.

ΘΕ.

[ocr errors][merged small]

μὰ τὸν ̓Απόλλω οὐ μή σ ̓ ἐγὼ περιόψομἀπελθόντ ̓, ἐπεί τοι καὶ κρέα ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα ἔφρυγε, κώνον ἀνεκεράννυ γλυκύτατον. ἀλλ ̓ εἴσιθ ̓ ἅμ' ἐμοί. ΞΑ. πάνυ καλῶς.

510

ληρεῖς ἔχων
οὐ γάρ σ ̓ ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοι
ἤδη ̓νδον ἔσθ ̓ ὡραιοτάτη κὠρχηστρίδες
ἕτεραι δύ' ἢ τρεῖς.

ΞΑ.
πῶς λέγεις; ὀρχηστρίδες ;
ΘΕ. ἀλλ ̓ εἴσιθ ̓, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη
ἔμελλ ̓ ἀφαιρεῖν χή τράπεζ ̓ εἰσῄρετο.

ΞΑ. ἴθι νυν, φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν
ταῖς ἔνδον οὖσαις αὐτὸς ὡς εἰσέρχομαι.

ὁ παῖς, ἀκολούθει δεῦρο τὰ σκεύη φέρων. ΔΙ. ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ, ὁτιή σε παίζων Ηρακλέα νεσκεύασα ; οὐ μὴ φλυαρήσεις ἔχων, ὦ Ξανθία, ἀλλ ̓ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα;

515

520

523

ΞΑ. τί δ' ἔστιν; οὐ δή πού μ' ἀφελέσθαι διανοεῖ

[blocks in formation]

τὸ δὲ προσδοκῆσαί σ ̓ οὐκ ἀνόητον καὶ κενὸν 530 ὡς δοῦλος ὢν καὶ θνητὸς ̓Αλκμήνης ἔσει;

ΞΑ. ἀμέλει, καλῶς· ἔχ ̓ αὔτ ̓. ἴσως γάρ τοί ποτε ἐμοῦ δεηθείης ἂν, εἰ θεὸς θέλοι.

ΧΟ. ταῦτα μὲν πρὸς ἀνδρός ἐστι
νοῦν ἔχοντος καὶ φρένας καὶ
πολλὰ περιπεπλευκότος,
μετακυλίνδειν αὑτὸν ἀεὶ

πρὸς τὸν εὖ πράττοντα τοῖχον
μᾶλλον ἢ γεγραμμένην
εἰκόν ̓ ἑστάναι, λαβόνθ' ἓν
σχῆμα· τὸ δὲ μεταστρέφεσθαι

πρὸς τὸ μαλθακώτερον

δεξιοῦ πρὸς ἀνδρός ἐστι

καὶ φύσει Θηραμένους.

στρ. 534

535

540

ΠΑΝ. Α. Πλαθάνη, Πλαθάνη, δεῦρ ̓ ἔλθ', ὁ πανούργος

οὑτοσὶ,

ὃς εἰς τὸ πανδοκεῖον εἰσελθών ποτε

ἑκκαίδεκ ̓ ἄρτους κατέφαγ ̓ ἡμῶν.

ΠΑΝ. Β.

νὴ Δία,

550

ἐκεῖνος αὐτὸς δῆτα. ΞΑ. κακὸν ἥκει τινί. ΠΑΝ. Α. καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστ ̓ εἴκοσιν ἀν ̓ ἡμιωβολιαία. ΞΑ. δώσει τις δίκην.

ΠΑΝ. Α. καὶ τὰ σκόροδα τὰ πολλά.

555

ΔΙ.

κοὐκ οἶσθ ̓ ὅ τι λέγεις.

ΠΑΝ. Α.

ληρεῖς, ὦ γύναι,

οὐ μὲν οὖν με προσεδόκας,

ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σ ̓ ἔτι;

560

τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω. ΠΑΝ. Β. μὰ Δί', οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν, τάλαν, ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν. κάπειτ' ἐπειδὴ ταργύριον ἐπραττόμην, ἔβλεψεν εἴς με δριμὺ κἀμυκατό γε.

ΞΑ. τούτου πάνυ τοὔργον, οὗτος ὁ τρόπος πανταχοῦ. ΠΑΝ. Β. καὶ τὸ ξίφος γ ̓ ἐσπᾶτο, μαίνεσθαι δοκῶν. ΠΑΝ. Α. νή Δία, τάλαινα.

ΠΑΝ. Β.

νὼ δὲ δεισάσα γέ που

ἐπὶ τὴν κατήλιφ ̓ εὐθὺς ἀνεπηδήσαμεν

δρᾶν.

565

ὁ δ ̓ ᾤχετ ̓ ἐξάξας γε τοὺς ψιάθους λαβών. ΞΑ. καὶ τοῦτο τούτου τουργον. ἀλλ ̓ ἐχρῆν τι ΠΑΝ. Α. ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι. ΠΑΝ. Β. σὺ δ' ἔμοιγ', ἐάνπερ ἐπιτύχῃς, Ὑπέρβολον, ἵν ̓ αὐτὸν ἐπιτρίψωμεν.

ΠΑΝ. Α.

ὦ μιαρὰ φάρυγξ,

ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους

κόπτοιμ ̓ ἂν, οἷς μου κατέφαγες τὰ φορτία. ΠΑΝ. Β. ἐγὼ δ ̓ ἂν ἐς τὸ βάραθρον ἐμβάλοιμί σε. ΠΑΝ. Α. ἐγὼ δὲ τὸν λάρυγγ ̓ ἂν ἐκτέμοιμί σου,

δρέπανον λαβοῦσ ̓, ᾧ τὰς χόλικας κατέσπασας. ἀλλ ̓ εἶμ ̓ ἐπὶ τὸν Κλέων, ὃς αὐτοῦ τήμερον ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.

ΔΙ. κάκιστ ̓ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ. ΞΑ. οἶδ ̓ οἶδα τὸν νοῦν παῦε παῦς τοῦ λόγου. οὐκ ἂν γενοίμην Ηρακλῆς ἄν.

571

575

580

ΔΙ.

μηδαμώς,

ΞΑ.

ὦ Ξανθίδιον.

καὶ πῶς ἂν ̓Αλκμήνης ἐγὼ υἱὸς γενοίμην, δοῦλος ἅμα καὶ θνητὸς ὤν; ΔΙ. οἶδ ̓ οἶδ' ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι. ἀλλ ̓ ἤν σε τοῦ λοιποῦ ποτ ̓ ἀφέλωμαι χρόνου, πρόρριζος αὐτὸς, ἡ γυνὴ, τὰ παιδία,

κάκιστ ̓ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.

585

ΞΑ. δέχομαι τὸν ὅρκον, κἀπὶ τούτοις λαμβάνω.
ΧΟ. νῦν σὸν ἔργον ἔστ', ἐπειδὴ

ἀντ. 590

τὴν στολὴν εἴληφας, ἥνπερ
εἶχες, ἐξ ἀρχῆς πάλιν,
ἀνανεάζειν * *

καὶ βλέπειν αὖθις τὸ δεινὸν,
τοῦ θεοῦ μεμνημένον
περ εἰκάζεις σεαυτόν.
εἰ δὲ παραληρῶν ἁλώσει
καὶ βαλεῖς τι μαλθακὸν,
αὖθις αἴρεσθαί σ ̓ ἀνάγκη
'στὶν πάλιν τὰ στρώματα.
ΞΑ. οὐ κακῶς, ὦνδρες, παραινεῖτ ̓,
ἀλλὰ καὐτὸς τυγχάνω ταῦτ ̓
ἄρτι συννοούμενος.

ὅτι μὲν οὖν, ἣν χρηστὸν ᾖ τι,
ταῦτ ̓ ἀφαιρεῖσθαι πάλιν πει-
ράσεταί μ' εὖ οἶδ' ὅτι.
ἀλλ ̓ ὅμως ἐγὼ παρέξω
'μαυτὸν ἀνδρεῖον τὸ λῆμα
καὶ βλέποντ ̓ ὀρίγανον.
δεῖν δ ̓ ἔοικεν, ὡς ἀκούω
τῆς θύρας καὶ δὴ ψόφον.

595

600

ΑΙΑ. ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον, ἵνα δῷ δίκην· ἀνύετον. ΔΙ. ἥκει τῳ κακόν. ΞΑ. οὐκ ἐς κόρακας; οὐ μὴ πρόσιτον;

ΑΙΑ.

εἶεν, μαχεῖ;

ὁ Διτύλας χω Σκεβλύας χω Παρδόκας

χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί. ΔΙ. εἶτ ̓ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ

605

6:0

κλέπτοντα πρὸς τἀλλότρια; ΑΙΑ. μἀλλ ̓ ὑπερφυᾶ.

ΔΙ. σχέτλια μὲν οὖν καὶ δεινά.

ΞΑ. καὶ μὴν νὴ Δία, εἰ πώποτ ̓ ἦλθον δεῦρ ̓, ἐθέλω τεθνηκέναι, ἢ κλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός. καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβὼν, κἄν ποτέ μ ̓ ὅλῃς ἀδικοῦντ ̓, ἀποκτεινόν μ' ἄγων. ΑΙΑ. καὶ πῶς βασανίσω;

ΞΑ.

πάντα τρόπον, ἐν κλίμακι

δήσας, κρεμάσας, ὑστριχίδι μαστιγῶν, δέρων, στρεβλῶν, ἔτι δ ̓ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, πλίνθους ἐπιτιθεὶς, πάντα τἄλλα, πλὴν πράσῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.

ΑΙΑ. δίκαιος ὁ λόγος κἄν τι πηρώσω γέ σοι

615

620

τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται. ΞΑ. μὴ δῆτ ̓ ἔμοιγ'. οὕτω δὲ βασάνιζ ̓ ἀπαγαγών. 625 ΑΙΑ. αὐτοῦ μὲν οὖν, ἵνα σοί κατ ̓ ὀφθαλμοὺς λέγῃ. κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς ἐνταῦθα μηδὲν ψεῦδος.

ΔΙ.

ἀγορεύω τινὶ

ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντ ̓· εἰ δὲ μὴ, αὐτὸς σεαυτὸν αἰτιῶ. ΑΙΑ. λέγεις δὲ τί; ΔΙ. ἀθάνατος εἶναί φημι Διόνυσος Διὸς,

630

« PreviousContinue »