Page images
PDF
EPUB

1

καλόν ;

Με δίδαξον ἱκανῶς, αὐτὸ τὸ καλὸν

ὅ,τί ἐστι· μὴ ἐξελεγχθεὶς τοδεύτερον αὖθις γέλωτα

ὄφλω.

[ocr errors]

(Hipp. Μaj. p. 15 et 16.) *).

Hip. Οὐ μέγα ἐστὶ τὸ ἐρώτημα (Ibid. p. 17.)

Socr. "Αρ' οὐ καὶ τὰ καλὰ πάντα τῷ καλῷ ἐστι καλά; (Ρ. 18.)

Hip. Ναί, τῷ καλῷ. (Ρ. 18.)

Socr. Οντι γέ τινι τούτῳ ; (Ρ. 18.)

Hip. Ὄντι. (Ρ. 18.)

[ocr errors]

Socr. Εἰπὲ δὴ, τί ἐστι τοῦτο τὸ καλόν; Ομως δὲ, ο 'γαθε, ἄπρει. ἐρωτῶ γάρ σε οὐ τί ἐστι καλόν, ἀλλ' ὅ,τι ἐστὶ τὸ καλὸν, ὁ παντὶ ᾧ ἂν προςγένηται, ὑπάρχει ἐκείνῳ καλῷ εἶναι, καὶ λίθῳ, καὶ ξύλῳ, καὶ ἀνθρώπῳ καὶ θεῷ καὶ ἁπάσῃ πράξει, καὶ παντὶ μαθήματι. αὐτὸ γὰρ ἔγωγε, ὦ ἄνθρωπε, κάλ λος ἐρωτῶ ὅ,τι ἐστί. (Ρ. 18 et 29.) Φαί νεται γάρ μοι, εἴτι ἐστὶν ἄλλο καλὸν πλὴν αὐτὸ τὸ καλὸν, οὐδὲ δι ̓ ἓν ἄλλο καλὸν εἶναι, ἢ διότι μετέχει ἐκείνου τοῦ καλοῦ. Οτι τῷ καλῷ πάντα τὰ καλὰ γίγνεται καλὰ, τοῦτο μοι δοκεῖ ἀσφαλέστατον εἶναι. (Phaedo. p. 227 et 228.)

[ocr errors]

--

Αὐτὸ τοίνυν ἐκεῖνο σκεψώμεθα μὴ εἰ προςωπόντι ἐστὶ καλὸν, ἤ τι τῶν τοιούτων, καὶ δοκεῖ ταῦτα πάντα ῥεῖν· ἀλλ ̓ αὐτὸ φῶμεν τὸ καλὸν, οὐ τοιοῦτον ἀεί ἐστιν, οἷόν ἐστι; Cratyl. 'Ανάγκη. Cratyl. p. 545.) Καὶ εἰ δεῖ διώκειν τὸ ἐπ ̓ εἴδει καλὸν, πολλή ἄνοια μὴ οὐχ ἕν τε καὶ ταυτὸν ἡγεῖσθαι το ἐπὶ πᾶσι τοῖς σώμασι κάλλος. Θεώμενος γὰρ ἐφεξῆς

*) Cf. Schleiermacheri Introd. in Hipp. major. [interpret. vernac.] II. 3. p. 399 seqq. Item Diog. Laert.

1. III. 89. ubi disputationum in Hipp. maj. propositarum summa exhibetur.

τε καὶ ὀρθῶς τὰ καλὰ ἐξαίφνης κατόψεται τί θαύμα

στὸν τὴν φύσιν καλόν.

Πρῶτον μὲν, ἀεὶ ὄν, καὶ οὔτε γιγνόμενον οὔτε ἀπολλύμενον, οὔτε αὐξανόμενον οὔτε φθίνον· ἔπειτα, οὐ τῇ μὲν καλὸν, τῇ δὲ αἰσχρόν· οὐδὲ τοτὲ μὲν τοτὲ δ ̓ οὐ· οὐδὲ πρὸς μὲν τὸ, καλὸν, πρὸς δὲ τὸ αἰσχρόν· οὐδ ̓ ἔνθα μὲν καλὸν, ἔνθα δὲ αἰσχρόν· ὡς τισὶ μὲν ὄν καλὸν, τισὶ δὲ αἰσχρόν. Οὐδ ̓ αὖ φαντασθήσεται αὐτὸ τὸ καλὸν, οἷον πρόςωπόν τι, οὐδὲ χεῖρες, οὐδὲ ἄλλο οὐδὲν, ὧν σῶμα μετέχει· οὐδέ τις λόγος, οὐδέ τις ἐπιστήμη· Οὐδέ που ὄν ἐν ἑτέρω τινὶ, οἷον ἐν ζώφ, ἢ ἐν γῇ, ἢ ἐν οὐρανῷ, ἢ ἐν τῷ ἄλλῳ· ἀλλὰ αὐτὸ καθ ̓ αὑτὸ μεθ' αὑτοῦ μονοειδὲς ἀεὶ ὂν. τα δὲ ἄλλα πάντα καλα, ἐκεί νου μετέχοντα τρόπον τινὰ, τοιοῦτον, οἷον, γιγνομένων τε τῶν ἄλλων και ἀπολλυμένων, μηδὲν ἐκείνῳ μήτέ τι πλέον μήτε ἔλαττον γίγνεσθαι, μηδὲ πάσχειν μηδέν. – Τι δῆτα οἰόμεθα, εἴτῳ γένοιτο αὐτὸ τὸ καλὸν ἰδεῖν εἰλικρινὲς, καθαρὸν, ἄμικτον, ἀλλὰ μὴ ἀνάπλεων σαρκῶν τε ἀνθρωπίνων καὶ χρωμάτων καὶ ἄλλης πολλῆς φλυαρίας θνητῆς, ἀλλ ̓ αὐτὸ τὸ Θεῖον, καλὸν δύναιτο μονοειδὲς κατιδεῖν; (Sympos. p. 245, 247 et 249.) *). Οἱ μέν που φιλή κοοι καὶ φιλοθεάμονες τάς τε καλὰς φωνὰς ἀσπάζονται καὶ χρόας καὶ σχήματα καὶ πάντα τὰ ἐκ τῶν τοιούτων δημιουργούμενα, αὐτοῦ δὲ τοῦ καλοῦ ἀδύνα τος αὐτῶν ἡ διάνοια τὴν φύσιν ἰδεῖν τε καὶ ἀσπάσασθαι. Οἱ δὲ δὴ ἐπ ̓ αὐτὸ τὸ καλὸν δυνατοὶ ἰέναι τε καὶ ὁρᾷν καθ ̓ αὑτὸ, ἄρα οὐ σπάνιοι ἂν εἶεν; Καὶ μάλα. Τοὺς ἄρα πολλὰ καλὰ πεωμένους, αὐτὸ δὲ τὸ καλὸν μὴ ὁρῶντας, μηδ' ἄλλῳ ἐπ' αὐτὸ

[ocr errors]

1

*) His comparanda sunt, quae plurima habet Noster in Phaedro. V. g. p. 328 sqq. ed. B

ἄγοντι δυναμένους ἕπεσθαι, καὶ πολλὰ δίκαια, αὐτὸ δὲ τὸ δίκαιον μὴ, καὶ πάντα οὕτω, δοξάζειν φήσομεν ἅπαντα, γιγνώσκειν δὲ ὧν δοξάζουσιν οὐδέν.

--

Ανάγκη, ἔφη. Τί δ ̓ αὖ; τοὺς αὐτὰ ἕκαστα θεωμέ νους καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ὡσαύτως ὄντα ἆρ ̓ οὐ γιγνώσκειν, ἀλλ ̓ οὐ δοξάζειν; Ανάγκη καὶ ταῦτα. Τοὺς αὐτὸ ἄρα ἕκαστον τὸ ὂν ἀσπαζομένους, φιλοσόφους ἀλλ ̓ οὐ φιλοδόξους κλητέον. (De republ. I. V. p. 58, 66 et 67.) Μετριότης καὶ ξυμμετρία κάλλος δήπου καὶ ἀρετὴ πανταχοῦ ξυμβαίνει γίγνεσθαι. (Philebus. p. 517.) *). Τὰ μὲν ἀρετῆς ἐχόμενα ψυχῆς ἢ σώματος, εἴτε αὐτῆς εἴτε τινὸς εἰκό νος, ξύμπαντα σχήματά τε καὶ μέλη, καλά· τὰ δὲ κακίας αὖ, τοὐναντίον ἅπαν. (De legg. II. p. 63. )

Socr. Νοῦς ἡμῖν κάλλους μετείληφε πλεῖον ἢ τὸ τῆς ἡδονῆς γένος, ὥςτε εἶναι καλλίω νοῦν ἡδονῆς, ἢ τοὺς ναντίον; Pro. Αρ' οὖν φρόνησιν μὲν καὶ νοῦν, ὦ Σώκρατες, οὐδεὶς πώποτε οὔθ ̓ ὑπαρ οὔτ ̓ ὄναρ αἰσχρὸν οὔτε εἶδεν οὔτε ἐπενόησαν οὐδαμῆ οὐδαμῶς, οὔτε γιγνόμενον, οὔτε ὄντα, οὔτε ἐσόμενον. Socr. Ορθώς. (Phileb. p. 319.)

5. 2.

Ex Xenophontis Memor. Socr. [L. III. c. 8, 4. et l. IV. c. 6, 9. ed. Weiske].

-

Πάλιν δὲ τοῦ ̓Αριστίππου ἐρωτῶντος αὐτὸν (scilic. Σωκρατ.) εἴτι εἰδείη καλόν; Καὶ πολλὰ, ἔφη. – ̓Αρ ̓ οὖν, ἔφη, πάντα ὅμοια αλλήλοις; Ὡς οἷόν τε μὲν οὖν, ἔφη, ανομοιότατα ἔνια. Πῶς οὖν, ἔφη,

*) Cf. ad hunc loc. Schleiermacheri interpret. Plat. vernacul

II. 3. p. 134.

-

τὸ τῷ καλῷ ἀνόμοιον καλὸν ἂν εἴη; Ὅτι, νὴ Δί', ἔφη, ἔστι μὲν τῷ καλῷ πρὸς δρόμον ἀνθρώπῳ ἄλλος ἀνόμοιος, καλὸς πρὸς πάλην· ἔστι δε ἀσπὶς καλὴ πρὸς τὸ προβαλέσθαι, ὡς ἔνι ἀνομοιοτάτη τω ἀκοντίῳ, καλῷ πρὸς τὸ σφόδρα τε καὶ ταχὺ φέρεσθαι. Σὺ δ ̓ οἴει, ἔφη, ἄλλο μὲν ἀγαθὸν, ἄλλο δὲ καλὸν εἶναι; οὐκ οἶσθ ̓, ὅτι πρὸς ταὐτὰ πάντα καλά τε καὶ ἀγαθά ἐστι; Πρῶτον μὲν γὰρ ἡ ἀρετὴ οὐ πρὸς ἄλλα μὲν ἀγαθὸν, πρὸς ἄλλα δὲ καλόν ἐστιν. Ἔπειτα οἱ ἄνθρωποι τὸ αὐτό τε καὶ πρὸς τὰ αὐτὰ καλοὶ καγαθοὶ λέγονται, πρὸς τὰ αὐτὰ δὲ καὶ τὰ σώματα τῶν ἀν θρώπων καλά τε καγαθὰ φαίνεται, πρὸς ταὐτὰ δε καὶ τἄλλα πάντα, οἷς ἄνθρωποι χρῶνται, καλά τε καὶ ἀγαθὰ νομίζετα, πρὸς ἅπερ ἂν εὔχρηστα ᾖ, Πάντα γὰρ ἀγαθὰ μὲν καὶ καλά ἐστιν, πρὸς ἃ ἂν εὖ ἔχῃ, κακὰ δὲ καὶ αἰσχρὰ, πρὸς ἃ ἂν κακῶς. (Mem. 1. ΙΙΙ. c. 8. 4. ) — Τὸ δὲ καλὸν ἔχοιμεν ἄν πως άλλως III. εἰπεῖν, ἢ, εἰ ἔστιν, ὀνομάζεις καλὸν ἢ σῶμα, ἢ σκεῖος, ἢ ἀλλ ̓ ὁτιοῦν, ὃ οἶσθα πρὸς πάντα καλὸν Μὰ Δί', οὐκ ἔγωγ ̓, ἔφη. Αρ ̓ οὖν, πρὸς ὃ ἂν ἕκαστον χρήσιμον ᾖ, πρὸς τοῦτο ἑκάστῳ καλῶς ἔχει χρῆσθαι;

ov;

Πάνυ μὲν οὖν, ἔφη. –

[ocr errors]

Καλὸν δὲ πρὸς ἄλλο τί ἐστιν ἕκαστον, ἢ πρὸς ὃ ἑκάστω καλῶς

ἔχει χρῆσθαι ; Οὐδὲ πρὸς ἓν ἄλλο, ἔφη.

χρήσιμον ἄρα καλόν ἐστι, πρὸς ὃ ἂν ᾖ χρήσιμον ;

Τὸ

[ocr errors]

Ἔμοιγε δοκεῖ, ἔφη.

(Memor. 1. IV. c. 6. 9.)

§. 3.

Aristoteles. (Poetica. Cap. VII. Edit. Graefenhan. [secund. edit. Bip. c. VIII. ])

Ἔτι δ ̓ ἐπεὶ τὸ καλὸν καὶ ζῶον καὶ ἅπαν πράγμα συνέστηκεν ἔκ τινῶν, οὐ μόνον ταῦτα τεταγμένα

1

δεῖ ἔχειν, ἀλλὰ καὶ μέγεθος ὑπάρχειν μὴ τὸ τυχόν· τὸ γὰρ καλὸν ἐν μεγέθει καὶ τάξει ἐστί. διὸ οὔτε πάμ μικρον ἄν τι γένοιτο καλὸν ζῶον, συγχεῖται γὰρ ἡ θεωρία ἐγγὺς τοῦ ἀναισθήτου χρόνου γιγνομένη· οὔτε παμμέγεθες, οὐ γὰρ ἅμα ἡ θεωρία γίγνεται, ἀλλ ̓ οἴχεται τοῖς θεωροῦσι τὸ ἓν καὶ τὸ ὅλον ἐκ τῆς θεω ρίας· οἷον εἰ μυρίων σταδίων εἴη ζῶον. ὥςτε δεῖ καθά περ ἐπὶ τῶν σωμάτων καὶ ἐπὶ τῶν ζώων ἔχειν μὲν μέγεθος, τοῦτο δὲ εὐσύνοπτον εἶναι, οὕτω καὶ ἐπὶ τῶν μύθων ἔχειν μὲν μῆκος, τοῦτο δ ̓ εὐμνημόνευτον είναι *),

Nota. Inter latinos scriptores vix unus aut alter est, qui de pulchritudine dixerit. Ipse Cicero pauca tantummodo, eaque obiter delibavit, quae continentur ferme sequentibus:

-

*) Huic comparandus est locus de pulchritudine, qui in Aristotelis Metaph. 1. XIII. c. 3. occurrit et ita sonat: Τοῦ δὲ καλοῦ μέγιστα εἴδη τάξις καὶ συμμετρία καὶ τὸ ὡρισμένον. Alexandri Aphrodisiensis, optimi certe Aristotelicae doctrinae interpretis, de, pulchritudine explicatio digna est, quae hic comparetur. In libro scili cet Alexandri « Quod virtus ad felicit. non suffic. » ita legitur: Κάλλος, ὅ ἐστιν ἐν τῇ εὐσχημοσύνῃ καὶ συμμετρίᾳ τῶν τρίτων ἤδη καὶ ἀνομοιομερῶν σωμάτων, ἃ καὶ μέρη τοῦ σώματος λέγομεν προςεχή. Hermoginis quoque et Plutarchi de pulchritudine placita huc omnino quadrant. Hermogenes. (De formis orationis. 1. I. c. 1. p. 164. ed. Sturm.) Καθόλου το κάλλος ἐστὶ συμμετρία μελῶν καὶ μερῶν μετ ̓ εὐχροίας. Plutarchus. (De auditione. p. 171. Wyttenb.) 'Ns ev ἔργῳ δὲ παντὶ τὸ μὲν καλὸν ἐκ πολλῶν οἷον ἀριθμῶν εἰς ἕνα καιρὸν ἡκόντων, ὑπὸ συμμετρίας τινὸς καὶ ἁρμονίας ἐπιτελεῖται· τὸ δ' αἰσχρὸν ἐξ ἑνὸς τοῦ τυχόντος ελλείποντος, ή προςόντος ατόπως, εὐθὺς ἑτοίμην ἔχει τὴν γένεσιν κ. τ. λ.

« PreviousContinue »