φέρουσα μέτρον. προπύλαιον δὲ διαδέχεται κλίμακας μετρίαις κιγκλίσι περικλειόμενον· καὶ τέτταρες μὲν ἀνέ χουσι μέγισται κίονες, ὁδοὺς παντοδαπὰς ἐπὶ μίαν εἴσο δον ἄγουσαι· ταῖς δὲ δὴ κίοσιν ἐπανέχει τις οἶκος 5 μετρίας προβαλλόμενος κίονας, αἳ χροιὰν μὲν οὐχὶ μίαν παρέχουσι, παραβαλλόμεναι δὲ τῇ κατασκευῇ παραπε πήγασι κόσμος. ὀροφὴ δὲ τῷ οἴκῳ προῆλθεν εἰς κύκλον, παρὰ δὲ τῷ κύκλῳ μέγα τῶν ὄντων ὑπόμνημα πέπηγεν. εἰσιόντι δὲ παρ ̓ αὐτὴν τὴν ἀκρόπολιν τέτταρσι πλευραῖς 10 εἷς χώρος ἴσαις διῄρηται, καὶ τὸ σχῆμα πλαίσιον τυγχά νει τοῦ μηχανήματος, αὐλὴ δὲ κατὰ μέσον περίστυλοςκαὶ τὴν μὲν αὐλὴν στοαὶ διαδέχονται, στοαὶ δὲ ἴσαις διαιρούμεναι κίοσι, καὶ μέτρον αὐταῖς, μεθ ̓ ὅ τι πλέον οὐχ ὑπάρχει λαβεῖν· ἑκάστη δὲ στο τελευτᾷ πρὸς ἐγ 107 καρσίαν ἑτέραν, καὶ κίων διπλῆ πρὸς ἑκατέραν διαι16 ρεῖται στοάν, τῆς μὲν αὖ λήγουσα, τῆς δ ̓ αὖ πάλιν κατάρχουσα. παρῳκοδόμηνται δὲ σηκοὶ τῶν στοῶν ἔνδοθεν, οἱ μὲν ταμεῖα γεγενημένοι ταῖς βίβλοις, τοῖς φι λοπονοῦσιν ἀνεῳγμένοι φιλοσοφεῖν, καὶ πόλιν ἅπασαν 20 εἰς ἐξουσίαν τῆς σοφίας ἐπαίροντες· οἱ δὲ τοὺς πάλαι τιμᾶν ἱδρυμένοι θεούς. ὀροφὴ δὲ στοαῖς, ἣν χρυσὸς κατεσκεύασε, καὶ κορυφαὶ κίοσι χαλκῷ μὲν δεδημιουργημέναι, χρυσῷ δὲ συγκρυπτόμεναι. τῆς μὲν οὖν αὐλῆς οὐχ εἷς ἅπας ὁ κόσμος· ἄλλο μὲν γὰρ ἄλλως ἦν· τὸ δὲ 25 τὰ Περσέως εἶχεν ἀθλήματα· καὶ μέσον ἀνέχει τις κίων μῆκος μὲν ὑπερέχουσα, κατάδηλον δὲ ποιοῦσα τὸν χῶ ρον· οὔπω τις προβὰς ὅποι πρόεισιν ἔγνωκε, μὴ σημείῳ τῇ κίονι τῶν ὁδῶν χρώμενος· καὶ περιφανῆ ποιεῖ τὴν ἀκρόπολιν πρὸς γῆν τε καὶ θάλατταν· ἀρχαὶ δὲ τῶν 30 ὄντων τῇ τῆς κίονος κορυφῇ περιεστήκασι, καὶ πρὶν εἰς 108 μέσην διελθεῖν τὴν αὐλήν, ἵδρυται κατασκεύασμα διη ρημένον πρὸς πύλας, ὅσαι τοῖς πάλαι θεοῖς ὀνομάζον ται· δύο δὲ ὀβελοὶ ἀνεστήκασι λίθινοι, καὶ κρήνη τῆς τῶν Πεισιστρατιδῶν ἄμεινον ἔχουσα· καὶ τὸ θαῦμα γέγονεν ἄπιστον τῶν κατασκευασάντων ἔχον τὸν ἀρι μόν. ὥσπερ γὰρ ἑνὸς οὐκ ἀρκοῦντος εἰς ποίησιν, δημιουργοί τῆς ὅλης ἀκροπόλεως ὤφθησαν ἐπὶ δέκα δύο 5 προσκείμενοι. κατιόντι δὲ τῆς ἀκροπόλεως τῇ μὲν ὁμα λὸς διαδέχεται χώρος σταδίῳ προσεοικώς, ὃ καὶ τῷ χώρῳ γεγένηται κλῆσις· τῇ δὲ ἕτερος μὲν διῃρημένος πρὸς ὅμοια, οὐ πρὸς ἴσον δὲ φερόμενος. τὸ μὲν δὴ κάλλος κρεῖττον ἢ λέγειν· εἰ δέ τι παρεῖται, ἐν παρεν- 10 θήκῃ γεγένηται θαύματος· οἷς γὰρ οὐκ ἦν εἰπεῖν, παραλέλειπται. ΟΡΟΣ ΘΕΣΕΩΣ. Θέσις ἐστὶν ἐπίσκεψις λογικὴ θεωρουμένου τινὸς 13 πράγματος. τῶν δὲ θέσεων αἱ μέν εἰσι πολιτικαί, αἱ δὲ 15 θεωρητικαί· καὶ πολιτικαὶ μὲν αἱ πρᾶξιν ἔχουσαι πόλιν συνέχουσαν, οἷον εἰ γαμητέον, εἰ πλευστέον, εἰ τειχιστέον· ταῦτα γὰρ πάντα πόλιν συνέχει γινόμενα· θεωρητικαὶ δὲ αἱ μόνῳ τῷ νῷ θεωρούμεναι, οἷον εἰ σφαιροειδὴς ὁ οὐρανός, εἰ κόσμοι πολλοί. ταῦτα δὲ εἰς 20 πεῖραν μὲν ἀνθρώποις οὐκ ἔρχεται, μόνῳ δὲ θεωρεῖται 109 τῷ νῷ. διενήνοχε δὲ θέσις ὑποθέσεως, τῷ τὴν μὲν ὑπό θεσιν ἔχειν περίστασιν, τὴν δὲ θέσιν ἀπερίστατον εἶναι. περίστασις δέ ἐστι πρόσωπον, πρᾶγμα, αἰτία, καὶ τὰ λοιπά, οἷον τὸ μὲν εἰ τειχιστέον, θέσις, ἐπίσκεψις οὐκ 25 ἔχουσα πρόσωπον, τὸ δὲ ἐπιόντων Περσῶν Λακεδαιμόνιοι βουλεύονται τειχίσαι τὴν Σπάρτην, υπόθεσις· πρόσωπον γὰρ ἔχει Λακεδαιμονίους σκοποῦντας, πράγμα δὲ τὸ τειχισθῆναι τὴν Σπάρτην, αἰτίαν δὲ ἐπιόντας τοὺς Πέρσας. πρῶτον δὲ ἡ θέσις ἐν προγυμνάσμασιν ἀντί- 30 RHETORES GRAECI. II. 4 5 θεσιν καὶ λύσιν κατὰ ζήτημα δέχεται· διαιρεῖται τοίνυν ἡ θέσις πρῶτον μὲν τῇ καλουμένῃ ἐφόδῳ, ἣν ἀντὶ προοιμίων ἐρεῖς· εἶτα χρήσῃ τοῖς τελικοῖς κεφαλαίοις, νομίμῳ, δικαίῳ, συμφέροντι, δυνατῷ. Θέσις εἰ γαμητέον. Ὁ τὸ πᾶν ἐν βραχεῖ τιμῆσαι ζητῶν ἐπαινείτω τὸν γάμον· προῆλθε μὲν γὰρ οὐρανοῦ, μᾶλλον δὲ οὐρανὸν πληροῦ τῶν θεῶν, καὶ κατέστη πατὴρ τῶν ὅθεν τὸ πατρὸς ὄνομα δίδοται. καὶ θεοὺς ἐνεγκών φυλάττειν αὐ 10 τοὺς ἀφῆκε τὴν φύσιν. εἶτα εἰς γῆν προελθὼν ἅπασι τοῖς λοιποῖς ἐπιφέρει τὴν γένεσιν. καὶ παρενεγκών ἃ μένειν οὐκ οἶδεν, τὸ μένειν αὐτὰ ταῖς διαδοχαῖς ἐσοφί σατο. καὶ πρῶτον μὲν ἄνδρας εἰς ἀνδρείαν ἐπαίρει· δι ̓ ὧν γὰρ παῖδας καὶ γυναῖκας οἶδεν ἄγειν ὁ γάμος, ὑπὲρ 110 ὧν πράττεται πόλεμος, ἐῤῥῶσθαι δίδωσι ταῖς αὐτοῦ δω16 ρεαῖς. εἶτα δικαίους σὺν ἀνδρείοις ποιεῖ· δι ̓ ὧν γὰρ φιλοτιμεῖται τὰ γένη, περὶ ὧν ἄνθρωποι δίκαια πράττουσι δείσαντες, ὁ γάμος δικαίους ἅμα καὶ ἀνδρείους ἀποτελεῖ. καὶ μὴν καὶ σοφούς, οἷς προνοεῖσθαι τῶν φιλ20 τάτων ἐπαίρει. καὶ τὸ παράδοξον, σωφροσύνην οἶδε κομίζειν ὁ γάμος, καὶ ἐν τῇ φιλοτιμίᾳ τῶν ἡδονῶν τὸ σωφρονεῖν ἀναμέμικται· δι ̓ ὧν γὰρ νόμον ταῖς ἡδοναῖς ἐπιτίθησι, νόμῳ παρέχει σωφροσύνης τὰς ἡδονάς, καὶ τὸ κατηγορηθὲν αὐτὸ καθ ̓ αὑτὸ σὺν τῷ γάμῳ θαυμά 25 ζεται. εἰ τοίνυν ὁ γάμος ἄγει μὲν τοὺς θεοὺς καὶ μετ ̓ αὐτοὺς τῶν γενῶν τὸ καθ ̓ ἕκαστον, ἀνδρείους τε ἅμα καὶ δικαίους ἀποτελεῖ, καὶ σοφοὺς παρασκευάζει καὶ σώφρονας, πῶς οὐκ εἰς ὅσον οἷόν τε τιμητέον τὸν γάμον; Αντίθεσις. Ναί φησιν, ἀλλ' ὁ γάμος συμφορῶν 30 αἴτιος. Λύσις. Τύχης μοι δοκεῖς, οὐ τοῦ γάμου κατηγο ρεῖν. ἃ μὲν γὰρ κακοπραγοῦντες πάσχουσιν ἄνθρωποι, τύχη παρέσχεν οὐ γάμος, ἃ δὲ φιλοτιμεῖται τοῖς ἀνθρώ ποις ὁ γάμος, οὐκέτι ταῦτα κέρδος ἐκ τύχης· ὥστε θαυτ μάσαι μᾶλλον ἐστι τὸν γάμον ὧν ἔχει καλῶν, ἢ κατηγορῆσαι δεινῶν ὧν παρέσχεν ἡ τύχη. εἰ δὲ δὴ καὶ τὰ 5 μάλιστα γάμῳ δοίημεν τὰ τῶν ἀνθρώπων φαυλότατα, τί μᾶλλον ἐστιν ἀποστατέον τοῦ γάμου; οὐχ ὅσα ἂν τοῖς πράγμασι προσῇ δυσχερῆ, ταῦτα καὶ φυγὴν τῶν πραγ- 111 μάτων ἐργάζεται; καί μοι τὰς καθ ̓ ἕκαστον ἐξέταζε τέχνας, αἷς πρόσεστιν ὅ τι δήπου καταιτιᾷ. τοὺς γεωρ- 10 γοῦντας ἐνοχλοῦσι σκηπτοὶ καὶ τῆς χαλάζης ἐμβολαὶ διαφθείρουσιν· οὐ μὴν οἷς γεωργοῖς τὴν γῆν διαφθείρει σκηπτός, τὴν γῆν ἀποφεύγουσιν, ἀλλὰ γεωργοῦντες ἐμμένουσιν, κἂν ἐξ οὐρανοῦ τι λυπῇ προσιόν. αὖθις ἀτυχοῦσιν ἄνθρωποι πλέοντες, καὶ τὰς ναῦς διαφθεί- 15 ρουσιν ἐπιόντες χειμῶνες· οὐ μὴν ἐνθένδε τὸ πλεῖν καταλύουσιν, οἷς ἐν μέρει πεπόνθασιν, ἀλλ' ἀνάγουσι μὲν εἰς τὴν τύχην τὸ δυσχερές, ἀναμένουσι δὲ τὸν ἀπὸ θαλάσσης γινόμενον πόρον. καὶ μὴν αἵ τε μάχαι καὶ πόλεμοι τὰ τῶν ἀγωνιστῶν διαφθείρουσι σώματα, καὶ 20 οὐχ ὅτι πεσοῦνται μαχόμενοι, τὰς μάχας ἐκλείπουσιν, ἀλλ ̓ ὅτι πολεμοῦντες θαυμάζονται, καὶ πεσεῖν ἠγαπή κασι, καὶ τὸ προσὸν ἀτυχὲς ἐκ τοῦ συνόντος ἀγαθοῦ συναπέκρυψαν. οὐ γὰρ διὰ τὰ φαῦλα φευκτέον ὅσα τῶν ἀγαθῶν, ἀλλ ̓ ἕνεκα τῶν καλῶν ὑποιστέον τὰ χείριστα. 25 οὐκοῦν ἄλογον γεωργοὺς μὲν καὶ πλέοντας καὶ πρὸς τούτοις ὅσοι στρατεύονται, φέρειν τὰ πρὸς αὐτοὺς δυσχερῆ τῶν ἐπαινουμένων χάριν τῶν σὺν αὐτοῖς, ἡμῖν δὲ γάμον ἀτιμαστέον, διότι γάμος ἄγει τι λυποῦν. Αντίθεσις. Ναί φησιν, ἀλλὰ χηρείαν μὲν γυναι- 30 ξίν, ὀρφανίαν δὲ παισὶν ἐπεισήνεγκε. Λύσις. Ταῦτα θανάτου δεινά, καὶ τὸ πάθος οἱ δεν ἡ φύσις, σὺ δέ μοι δοκεῖς αἰτιᾶσθαι τὸν γάμον, ὅτι μὴ καὶ θεοὺς τοὺς ἀνθρώπους ἐργάζεται, καὶ τοῦ γάμου κατηγορεῖν, ὅτι μὴ θεοῖς τὰ θνητὰ συνηρίθμησε. τί 112 γάρ, είπέ μοι, γάμου κατηγορεῖς, ἃ πραγματεύεται 5 θάνατος; τί δὲ ὑμεναίων [ἐρεῖς], ὅσα φύσις ἐπίσταται; συγχώρει πεσεῖν τὸν ὅπως πεσεῖται γενόμενον. εἰ δὲ πίπτουσι μὲν ὅτι γεγόνασιν ἄνθρωποι, πεσὼν δὲ χηρεύειν μὲν σύνοικον, ὀρφανὸν δὲ παρασκευάζει τὸν ἐξ αὐτοῦ, τί γάμον ἐρεῖς ἀπεργάζεσθαι τὰ παρὰ μόνης γεγο10 νότα τῆς φύσεως; ἐγὼ δὲ αὖ τοὐναντίον γάμον ἐπανορ θοῦσθαι καὶ ὀρφανίαν καὶ χηρείαν ἡγοῦμαι. τέθνηκέ τῳ πατὴρ καὶ ταύτῃ παῖς ὀρφανός· ἀλλ ̓ ἕτερον ἐπεισή νεγκε πατέρα τοῖς ὀρφανοῖς ὁ γάμος, καὶ τὸ πάθος γάμου μὲν οὐ προέρχεται, γάμῳ δὲ συγκαλύπτεται, καὶ 15 γίνεται γάμος ὀρφανίας ἀφανισμός, οὐχ ὑπόθεσις. εἶτα χηρείαν ἐκ τελευτῆς μὲν ἡ φύσις ἦγεν, ἐξ ὑμεναίων δὲ μετέθηκε γάμος. ἣν γὰρ χηρεύειν εἰργάσατο θάνατος, ἀνδρὶ συνοικεῖν παρέσχεν ὁ γάμος, ὥσπερ καταστὰς φύλαξ τῆς αὑτοῦ χάριτος. ἃ γὰρ ἐξ ἀρχῆς εἰσηνέγκατο, 20 παρῃρημένα πάλιν ἀπέδωκεν, ὥστε χηρείαν ἀναιρεῖν, οὐκ ἐπάγειν οἶδεν ὁ γάμος. καὶ μὴν καὶ πατὴρ θανάτῳ μὲν ἀφαιρεῖται παῖδας, γάμῳ δὲ μετέσχεν ἑτέρων. καὶ πατὴρ γίνεται δεύτερον ὁ προσάπαξ εἶναι μὴ συγχω113 ρούμενος. τί οὖν τὰ τοῦ γάμου καλὰ πρὸς αἰτίαν μετα25 φέρεις τοῦ γάμου; καί μοι δοκεῖς οὐκ ἐλέγξαι ζητεῖν, ἀλλ ̓ ἐπαινεῖν τὸν ὑμέναιον· οἷς γὰρ ἐξαριθμεῖν κατα ναγκάζεις τῶν ὑμεναίων τὰς χάριτας, τούτοις ἐπαινέ της, οὐ κατήγορος του γάμου γεγένησαι, καὶ κατηγο ρῶν τοῦ γάμου θαυμάζειν ἡμᾶς ἀναγκάζεις, καὶ ποιεῖς 30 εὐεργετημάτων κατάλογον τὰ τοῦ γάμου κατηγορήματα. Αντίθεσις. Ναί φησιν, ἀλλ ̓ ὁ γάμος ἐπίπονον. |